Erinna
AP 6.352ἐξ ἁπαλᾶν χειρῶν τάδε γράμματα· λῷστε Προμαθεῦ,ἔντι καὶ ἄνθρωποι τὶν ὁμαλοὶ σοφίαν.ταύταν γοῦν ἐτύμως τὰν παρθένον ὅστις ἔγραψεν,αἰ καὐδὰν ποτέθηκʼ, ἦς κʼ Ἀγαθαρχὶς ὅλα.
This picture is the work of delicate hands; so, good Prometheus, there are men whose skill is equal to thine. At least if he who painted this girl thus to the life had but added speech, she would be, Agatharchis, your complete self.
Erinna
AP 7.710Στᾶλαι, καὶ Σειρῆνες ἐμαί, καὶ πένθιμε κρωσσέ,ὅστις ἔχεις Ἀίδα τὰν ὀλίγαν σποδιάν,τοῖς ἐμὸν ἐρχομένοισι παρʼ ἠρίον εἴπατε χαίρειν,αἴτʼ ἀστοὶ τελέθωντʼ, αἴθʼ ἑτέρας πόλιος·χὤτι με νύμφαν εὖσαν ἔχει τάφος, εἴπατε καὶ τό·χὤτι πατήρ μʼ ἐκάλει Βαυκίδα, χὤτι γένοςΤηνία, ὡς εἰδῶντι· καὶ ὅττι μοι ἁ συνεταιρὶςἬριννʼ ἐν τύμβῳ γράμμʼ ἐχάραξε τόδε.
Ye columns and my Sirens, and thou, mournful pitcher that holdest the little ash of death, bid them who pass by my tomb hail, be they citizens or from another town; and tell this, too, that I was buried here a bride, and that my father called me Baucis, and that my country was Tenos, that they may know. Say, likewise, that my friend and companion Erinna engraved these lines on my tomb.
Erinna
AP 7.712νύμφας Βαυκίδος ἐμμί· πολυκλαύταν δὲ παρέρπωνστάλαν τῷ κατὰ γᾶς τοῦτο λέγοις Ἀίδᾳ·βάσκανός ἐσσ’, Ἀίδα· τὰ δέ τοι καλὰ σάμαθʼ ὁρῶντιὠμοτάταν Βαυκοῦς ἀγγελέοντι τύχαν,ὡς τὰν παῖδʼ, Ὑμέναιος ἐφʼ αἷς ἀείδετο πεύκαις,ταῖσδʼ ἐπὶ καδεστὰς ἔφλεγε πυρκαϊᾷκαὶ σὺ μέν, ὦ Ὑμέναιε, γάμων μολπαῖον ἀοιδὰνἐς θρήνων γοερὸν φθέγμα μεθηρμόσαο,
I am the tomb of Baucis the bride, and as thou passest the much bewept pillar, say to Hades who dwells below “Hades, thou art envious.” To thee the fair letters thou seest on the stone will tell the most cruel fate of Bauco, how her bridegroom’s father lighted her pyre with those very torches that had burnt while they sang the marriage hymn. And thou, Hymenaeus, didst change the tuneful song of wedding to the dismal voice of lamentation.