❦ Dialogues of the GodsLucian of Samosata IX. Poseidon · Hermes

Dialogues of the Gods · Lucian of Samosata

IX. Poseidon · Hermes Ποσειδῶνος καὶ Ἑρμοῦ

Greek (ed. Jacobitz)Fowler (1905)
9.1–2

Ποσειδῶν ἔστιν, ὦ Ἑρμῆ, νῦν ἐντυχεῖν τῷ Διί;

Ἑρμῆς οὐδαμῶς, ὦ Πόσειδον.

Ποσειδῶν ὅμως προσάγγειλον αὐτῷ.

Ἑρμῆς μὴ ἐνόχλει, φημί· ἄκαιρον γάρ ἐστιν, ὥστε οὐκ ἂν ἴδοις αὐτὸν ἐν τῷ παρόντι.

Ποσειδῶν μῶν τῇ Ἥρᾳ σύνεστιν;

Ἑρμῆς οὔκ, ἀλλʼ ἑτεροῖόν τί ἐστι.

Ποσειδῶν συνίημι· ὁ Γανυμήδης ἔνδον.

Ἑρμῆς οὐδὲ τοῦτο· ἀλλὰ μαλακῶς ἔχει αὐτός.

Ποσειδῶν πόθεν, ὦ Ἑρμῆ; δεινὸν γὰρ τοῦτο φής.

Ἑρμῆς αἰσχύνομαι εἰπεῖν, τοιοῦτόν ἐστιν.

Ποσειδῶν ἀλλὰ οὐ χρὴ πρὸς ἐμὲ θεῖόν γε ὄντα.

Ἑρμῆς τέτοκεν ἀρτίως, ὦ Πόσειδον.

Ποσειδῶν ἄπαγε, τέτοκεν ἐκεῖνος; ἐκ τίνος; οὐκοῦν ἐλελήθει ἡμᾶς ἀνδρόγυνος ὤν; ἀλλὰ οὐδὲ ἐπεσήμανεν ἡ γαστὴρ αὐτῷ ὄγκον τινά.

Ἑρμῆς εὖ λέγεις· οὐ γὰρ ἐκείνη εἶχε τὸ ἔμβρυον.

Ποσειδῶν οἶδα· ἐκ τῆς κεφαλῆς ἔτεκεν αὖθις ὥσπερ τὴν Ἀθηνᾶν· τοκάδα γὰρ τὴν κεφαλὴν ἔχει.

Ἑρμῆς οὔκ, ἀλλὰ ἐν τῷ μηρῷ ἐκύει τὸ ἐκ τῆς Σεμέλης βρέφος.

Ποσειδῶν εὖ γε ὁ γενναῖος, ὡς ὅλος ἡμῖν κυοφορεῖ καὶ πανταχόθι τοῦ σώματος. ἀλλὰ τίς ἡ Σεμέλη ἐστί;

Ἑρμῆς Θηβαία, τῶν Κάδμου θυγατέρων μία. ταύτῃ συνελθὼν ἐγκύμονα ἐποίησεν.

Ποσειδῶν εἶτα ἔτεκεν, ὦ Ἑρμῆ, ἀντʼ ἐκείνης;

Ἑρμῆς καὶ μάλα, εἰ καὶ παράδοξον εἶναί σοι δοκεῖ· τὴν μὲν γὰρ Σεμέλην ὑπελθοῦσα ἡ Ἥρα — οἶσθα ὡς ζηλότυπός ἐστι — πείθει αἰτῆσαι παρὰ τοῦ Διὸς μετὰ βροντῶν καὶ ἀστραπῶν ἥκειν παρʼ αὐτήν· ὡς δὲ ἐπείσθη καὶ ἧκεν ἔχων καὶ τὸν κεραυνόν, ἀνεφλέγη ὁ ὄροφος, καὶ ἡ Σεμέλη μὲν διαφθείρεται ὑπὸ τοῦ πυρός, ἐμὲ δὲ κελεύει ἀνατεμόντα τὴν γαστέρα τῆς γυναικὸς ἀνακομίσαι ἀτελὲς ἔτι αὐτῷ τὸ ἔμβρυον ἑπτάμηνον· καὶ ἐπειδὴ ἐποίησα, διελὼν τὸν ἑαυτοῦ μηρὸν ἐντίθησιν, ὡς ἀποτελεσθείη ἐνταῦθα, καὶ νῦν τρίτῳ ἤδη μηνὶ ἐξέτεκεν αὐτὸ καὶ μαλακῶς ἀπὸ τῶν ὠδίνων ἔχει.

Ποσειδῶν νῦν οὖν ποῦ τὸ βρέφος ἐστίν;

Ἑρμῆς ἐς τὴν Νῦσαν ἀποκομίσας ἔδωκα ταῖς Νυμφαις ἀνατρέφειν Διόνυσον ἐπονομασθέντα.

Ποσειδῶν οὐκοῦν ἀμφότερα τοῦ Διονύσου τούτου καὶ μήτηρ καὶ πατὴρ ὁ ἀδελφός ἐστιν;

Ἑρμῆς ἔοικεν. ἄπειμι δʼ οὖν ὕδωρ αὐτῷ πρὸς τὸ τραῦμα οἴσων καὶ τὰ ἄλλα ποιήσων ἃ νομίζεται ὥσπερ λεχοῖ.

Lucian of Samosata. Dialogues of the Gods. Translated by H. W. Fowler, F. G. Fowler and Howard Williams. 1905. The Trove. https://adagraves.com/trove/lucian-dialogues-of-the-gods/dialogue-9/.

Greek text: Jacobitz’s Teubner edition (19th century). Translation: H. W. and F. G. Fowler, The Works of Lucian of Samosata (Oxford, 1905); H. W. Fowler died 1933, F. G. Fowler 1918. Dialogues IV, V, IX, X, XVII, XXII and XXIII, which the Fowlers omitted, are from Howard Williams, Lucian’s Dialogues (London: Bell, 1888); Williams died in 1931. The Greek of the Judgment of Paris is from A. M. Harmon’s Loeb Lucian vol. III (1921). Sources