❦ Dialogues of the GodsLucian of Samosata XVII. Apollo · Hermes

Dialogues of the Gods · Lucian of Samosata

XVII. Apollo · Hermes Ἀπόλλωνος καὶ Ἑρμοῦ

Greek (ed. Jacobitz)Fowler (1905)
17.1–2

Ἀπόλλων τί γελᾷς, ὦ Ἑρμῆ;

Ἑρμῆς ὅτι γελοιότατα, ὦ Ἄπολλον, εἶδον.

Ἀπόλλων εἰπὲ οὖν, ὡς καὶ αὐτὸς ἀκούσας ἔχω ξυγγελᾶν.

Ἑρμῆς ἡ Ἀφροδίτη ξυνοῦσα τῷ Ἄρει κατείληπται καὶ ὁ Ἥφαιστος ἔδησεν αὐτοὺς ξυλλαβών.

Ἀπόλλων πῶς; ἡδὺ γάρ τι ἐρεῖν ἔοικας.

Ἑρμῆς ἐκ πολλοῦ, οἶμαι, ταῦτα εἰδὼς ἐθήρευεν αὐτούς, καὶ περὶ τὴν εὐνὴν ἀφανῆ δεσμὰ περιθεὶς εἰργάζετο ἀπελθὼν ἐπὶ τὴν κάμινον· εἶτα ὁ μὲν Ἄρης ἐσέρχεται λαθών, ὡς ᾤετο, καθορᾷ δὲ αὐτὸν ὁ Ἥλιος καὶ λέγει πρὸς τὸν Ἥφαιστον. ἐπεὶ δὲ ἐπέβησαν τοῦ λέχους καὶ ἐν ἔργῳ ἦσαν καὶ ἐντὸς ἐγεγένηντο τῶν ἀρκύων, περιπλέκεται μὲν αὐτοῖς τὰ δεσμά, ἐφίσταται δὲ ὁ Ἥφαιστος. ἐκείνη μὲν οὖν — καὶ γὰρ ἔτυχε γυμνὴ οὖσα — οὐκ εἶχεν ὅπως ἐγκαλύψαιτο αἰδουμένη, ὁ δὲ Ἄρης τὰ μὲν πρῶτα διαφυγεῖν ἐπειρᾶτο καὶ ἤλπιζε ῥήξειν τὰ δεσμά, ἔπειτα δὲ συνεὶς ἐν ἀφύκτῳ ἐχόμενον ἑαυτὸν ἱκέτευε.

Ἀπόλλων τί οὖν; ἀπέλυσεν αὐτοὺς ὁ Ἥφαιστος;

Ἑρμῆς οὐδέπω, ἀλλὰ ξυγκαλέσας τοὺς θεοὺς ἐπιδείκνυται τὴν μοιχείαν αὐτοῖς· οἱ δὲ γυμνοὶ ἀμφότεροι κάτω νενευκότες ξυνδεδεμένοι ἐρυθριῶσι, καὶ τὸ θέαμα ἥδιστον ἐμοὶ ἔδοξε μονονουχὶ αὐτὸ γινόμενον τὸ ἔργον.

Ἀπόλλων ὁ δὲ χαλκεὺς ἐκεῖνος οὐκ αἰδεῖται καὶ αὐτὸς ἐπιδεικνύμενος τὴν αἰσχύνην τοῦ γάμου;

Ἑρμῆς μὰ Δίʼ, ὅς γε καὶ ἐπιγελᾷ ἐφεστὼς αὐτοῖς. ἐγὼ μέντοι, εἰ χρὴ τἀληθὲς εἰπεῖν, ἐφθόνουν τῷ Ἄρει μὴ μόνον μοιχεύσαντι τὴν καλλίστην θεόν, ἀλλὰ καὶ δεδεμένῳ μετʼ αὐτῆς.

Ἀπόλλων οὐκοῦν καὶ δεδέσθαι ἂν ὑπέμεινας ἐπὶ τούτῳ;

Ἑρμῆς σὺ δʼ οὐκ ἄν, ὦ Ἄπολλον; ἰδὲ μόνον ἐπελθών· ἐπαινέσομαι γάρ σε, ἤν μὴ τὰ ὅμοια καὶ αὐτὸς εὔξῃ ἰδών.

Lucian of Samosata. Dialogues of the Gods. Translated by H. W. Fowler, F. G. Fowler and Howard Williams. 1905. The Trove. https://adagraves.com/trove/lucian-dialogues-of-the-gods/dialogue-17/.

Greek text: Jacobitz’s Teubner edition (19th century). Translation: H. W. and F. G. Fowler, The Works of Lucian of Samosata (Oxford, 1905); H. W. Fowler died 1933, F. G. Fowler 1918. Dialogues IV, V, IX, X, XVII, XXII and XXIII, which the Fowlers omitted, are from Howard Williams, Lucian’s Dialogues (London: Bell, 1888); Williams died in 1931. The Greek of the Judgment of Paris is from A. M. Harmon’s Loeb Lucian vol. III (1921). Sources