❦ Dialogues of the GodsLucian of Samosata XXIII. Apollo · Dionysus

Dialogues of the Gods · Lucian of Samosata

XXIII. Apollo · Dionysus Ἀπόλλωνος καὶ Διονύσου

Greek (ed. Jacobitz)Fowler (1905)
23.1–2

Ἀπόλλων τί ἂν λέγοιμεν; ὁμομητρίους, ὦ Διόνυσε, ἀδελφοὺς εἶναι Ἔρωτα καὶ Ἑρμαφρόδιτον καὶ Πρίαπον ἀνομοιοτάτους ὄντας τὰς μορφὰς καὶ τὰ ἐπιτηδεύματα; ὁ μὲν γὰρ πάγκαλος καὶ τοξότης καὶ δύναμιν οὐ μικρὰν περιβεβλημένος ἁπάντων ἄρχων, ὁ δὲ θῆλυς καὶ ἡμίανδρος καὶ ἀμφίβολος τὴν ὄψιν· οὐκ ἂν διακρίναις εἴτʼ ἔφηβός ἐστιν εἴτε καὶ παρθένος· ὁ δὲ καὶ πέρα τοῦ εὐπρεποῦς ἀνδρικὸς ὁ Πρίαπος.

Διόνυσος μηδὲν θαυμάσῃς, ὦ Ἄπολλον· οὐ γὰρ Ἀφροδίτη αἰτία τούτου, ἀλλὰ οἱ πατέρες διάφοροι γεγενημένοι, ὅπου γε καὶ ὁμοπάτριοι πολλάκις ἐκ μιᾶς γαστρός, ὁ μὲν ἄρσην, ἡ δὲ θήλεια, ὥσπερ ὑμεῖς, γίνονται.

Ἀπόλλων ναί· ἀλλʼ ἡμεῖς ὅμοιοί ἐσμεν καὶ ταὐτὰ ἐπιτηδεύομεν· τοξόται γὰρ ἄμφω.

Διόνυσος μέχρι μὲν τόξου τὰ αὐτά, ὦ Ἄπολλον, ἐκεῖνα δὲ οὐχ ὅμοια, ὅτι ἡ μὲν Ἄρτεμις ξενοκτονεῖ ἐν Σκύθαις, σὺ δὲ μαντεύῃ καὶ ἰᾷ τοὺς κάμνοντας.

Ἀπόλλων οἴει γὰρ τὴν ἀδελφὴν χαίρειν τοῖς Σκύθαις. ἥ γε καὶ παρεσκεύασται, ἤν τις Ἕλλην ἀφίκηταί ποτε ές τὴν Ταυρικήν, συνεκπλεῦσαι μετʼ αὐτοῦ μυσαττομένη τὰς σφαγάς;

Διόνυσος εὖ γε ἐκείνη ποιοῦσα. ὁ μέντοι Πρίαπος, γελοῖον γάρ τί σοι διηγήσομαι, πρῴην ἐν Λαμψάκῳ γενόμενος, ἐγὼ μὲν παρῄειν τὴν πόλιν, ὁ δὲ ὑποδεξάμενός με καὶ ξενίσας παρʼ αὑτῷ, ἐπειδὴ ἀνεπαυσάμεθα ἐν τῷ συμποσίῳ ἱκανῶς ὑποβεβρεγμένοι, κατʼ αὐτάς που μέσας νύκτας ἐπαναστὰς ὁ γενναῖος — αἰδοῦμαι δὲ λέγειν.

Ἀπόλλων ἐπείρα σε, Διόνυσε;

Διόνυσος τοιοῦτόν ἐστι.

Ἀπόλλων σὺ δὲ τί πρὸς ταῦτα;

Διόνυσος τί γὰρ ἄλλο ἢ ἐγέλασα;

Ἀπόλλων εὖ γε, τὸ μὴ χαλεπῶς μηδὲ ἀγρίως· συγγνωστὸς γάρ, εἰ καλόν σε οὕτως ὄντα ἐπείρα.

Διόνυσος τούτου μὲν ἕνεκα καὶ ἐπὶ σὲ ἄν, ὦ Ἄπολλον, ἀγάγοι τὴν πεῖραν· καλὸς γὰρ σὺ καὶ κομήτης, ὡς καὶ νήφοντα ἄν σοι τὸν Πρίαπον ἐπιχειρῆσαι.

Ἀπόλλων ἀλλʼ οὐκ ἐπιχειρήσει γε, ὦ Διόνυσε· ἔχω γὰρ μετὰ τῆς κόμης καὶ τόξα.

Lucian of Samosata. Dialogues of the Gods. Translated by H. W. Fowler, F. G. Fowler and Howard Williams. 1905. The Trove. https://adagraves.com/trove/lucian-dialogues-of-the-gods/dialogue-23/.

Greek text: Jacobitz’s Teubner edition (19th century). Translation: H. W. and F. G. Fowler, The Works of Lucian of Samosata (Oxford, 1905); H. W. Fowler died 1933, F. G. Fowler 1918. Dialogues IV, V, IX, X, XVII, XXII and XXIII, which the Fowlers omitted, are from Howard Williams, Lucian’s Dialogues (London: Bell, 1888); Williams died in 1931. The Greek of the Judgment of Paris is from A. M. Harmon’s Loeb Lucian vol. III (1921). Sources