Ἀντίλοχος οἷα πρῴην, Ἀχιλλεῦ, πρὸς τὸν Ὀδυσσέα σοι εἴρηται περὶ τοῦ θανάτου, ὡς ἀγεννῆ καὶ ἀνάξια τοῖν διδασκάλοιν ἀμφοῖν, Χείρωνός τε καὶ Φοίνικος. ἠκροώμην γάρ, ὁπότε ἔφης βούλεσθαι ἐπάρουρος ὢν θητεύειν παρά τινι τῶν ἀκλήρων, ᾧ μὴ βίοτος πολὺς εἴη,
μᾶλλον ἢ πάντων ἀνάσσειν τῶν νεκρῶν. ταῦτα μὲν οὖν ἀγεννῆ τινα Φρύγα δειλὸν καὶ πέρα τοῦ καλῶς ἔχοντος φιλόζῳον ἴσως ἐχρῆν λέγειν, τὸν Πηλέως δὲ υἱόν, τὸν φιλοκινδυνότατον ἡρώων ἁπάντων, ταπεινὰ οὕτω περὶ κὑτοῦ διανοεῖσθαι πολλὴ αἰσχύνη καὶ ἐναντιότης πρὸς τὰ πεπραγμένα σοι ἐν τῷ βίῳ, ὃς ἐξὸν ἀκλεῶς ἐν τῇ Φθιώτιδι πολυχρόνιον βασιλεύειν, ἑκὼν προείλου τὸν μετὰ τῆς ἀγαθῆς δόξης θάνατον.
Antilochus Achilles, what you were saying to Odysseus the other day about death was very poor-spirited; I should have expected better things from a pupil of Chiron and Phoenix. I was listening; you said you would rather be a servant on earth to some poor hind ‘of scanty livelihood possessed,’ than king of all the dead. Such sentiments might have been very well in the mouth of a poor-spirited cowardly Phrygian, dishonourably in love with life: for the son of Peleus, boldest of all Heroes, so to vilify himself, is a disgrace; it gives the lie to all your life; you might have had a long inglorious reign in Phthia, and your own choice was death and glory.
Ἀχιλλεύς ὦ παῖ Νέστορος, ἀλλὰ τότε μὲν ἄπειρος ἔτι τῶν ἐνταῦθα ὢν καὶ τὸ βέλτιον ἐκείνων ὁπότερον ἦν ἀγνοῶν τὸ δύστηνον ἐκεῖνο δοξάριον προετίμων τοῦ βίου, νῦν δὲ συνίημι ἤδη ὡς ἐκείνη μὲν ἀνωφελής, εἰ καὶ ὅτι μάλιστα οἱ ἄνω ῥαψῳδήσουσι· μετὰ νεκρῶν δὲ ὁμοτιμία, καὶ οὔτε τὸ κάλλος ἐκεῖνο, ὦ Ἀντίλοχε, οὔτε ἡ ἰσχὺς πάρεστιν, ἀλλὰ κείμεθα ἅπαντες ὑπὸ τῷ αὐτῷ ζόφῳ ὅμοιοι καὶ κατʼ οὐδὲν ἀλλήλων διαφέροντες, καὶ οὔτε οἱ τῶν Τρώων νεκροὶ δεδίασί με οὔτε οἱ τῶν Ἀχαιῶν θεραπεύουσιν, ἰσηγορία δὲ ἀκριβὴς καὶ νεκρὸς ὅμοιος ἠμὲν κακὸς ἠδὲ καὶ ἐσθλός.
ταῦτά με ἀνιᾷ καὶ ἄχθομαι, ὅτι μὴ θητεύω ζῶν.
Achilles In those days, son of Nestor, I knew not this place; ignorant whether of those two was the better, I esteemed that flicker of fame more than life; now I see that it is worthless, let folk up there make what verses of it they will. 'Tis dead level among the dead, Antilochus; strength and beauty are no more; we welter all in the same gloom, one no better than another; the shades of Trojans fear me not, Achaeans pay me no reverence; each may say what he will; a man is a ghost, ‘or be he churl, or be he peer.’ It irks me; I would fain be a servant, and alive.
Ἀντίλοχος ὅμως τί οὖν ἄν τις πάθοι, ὦ Ἀχιλλεῦ; ταῦτα γὰρ ἔδοξε τῇ φύσει, πάντως ἀποθνήσκειν ἅπαντας, ὥστε χρὴ ἐμμένειν τῷ νόμῳ καὶ μὴ ἀνιᾶσθαι τοῖς διατεταγμένοις. ἄλλως τε ὁρᾷς τῶν ἑταίρων ὅσοι περὶ σέ ἐσμεν ὧδε· μετὰ μικρὸν δὲ καὶ Ὀδυσσεὺς ἀφίξεται πάντως. φέρει δὲ παραμυθίαν καὶ ἡ κοινωνία τοῦ πράγματος καὶ τὸ μὴ μόνον αὐτὸν πεπονθέναι. ὁρᾷς τὸν Ηρακλέα καὶ τὸν Μελέαγρον καὶ ἄλλους θαυμαστοὺς ἄνδρας, οἳ οὐκ ἂν οἶμαι δέξαιντο ἀνελθεῖν, εἴ τις αὐτοὺς ἀναπέμψειε θητεύσοντας ἀκλήροις καὶ ἀβίοις ἀνδράσιν.
Antilochus But what help, Achilles? ’tis Nature’s decree that by all means all die. We must abide by her law, and not fret at her commands. Consider too how many of us are with you here; Odysseus comes ere long; how else? Is there not comfort in the common fate? ’tis something not to suffer alone. See Heracles, Meleager, and many another great one; they, methinks, would not choose return, if one would send them up to serve poor destitute men.
Ἀχιλλεύς ἑταιρικὴ μὲν ἡ παραίνεσις, ἐμὲ δὲ οὐκ οἶδʼ ὅπως ἡ μνήμη τῶν παρὰ τὸν βίον ἀνιᾷ, οἶμαι δὲ καὶ ὑμῶν ἕκαστον· εἰ δὲ μὴ ὁμολογεῖτε, ταύτῃ χείρους ἐστὲ καθʼ ἡσυχίαν αὐτὸ πάσχοντες.
Ἀντίλοχος οὔκ, ἀλλʼ ἀμείνους, ὦ Ἀχιλλεῦ· τὸ γὰρ ἀνωφελὲς τοῦ λέγειν ὁρῶμεν· σιωπᾶν γὰρ καὶ φέρειν και ἀνέχεσθαι δέδοκται ἡμῖν, μὴ καὶ γέλωτα ὄφλωμεν ὥσπερ καὶ σὺ τοιαῦτα εὐχόμενοι.
Achilles Ay, your intent is friendly; but I know not, the thought of the past life irks me—and each of you too, ifI mistake not. And if you confess it not, the worse for you, smothering your pain;
Antilochus Not the worse, Achilles; the better; for we see that speech is unavailing. Be silent, bear, endure—that is our resolve, lest such longings bring mockery on us, as on you.