❦ Dialogues of the CourtesansLucian of Samosata XIII. Leontichus · Chenidas · Hymnis

Dialogues of the Courtesans · Lucian of Samosata

XIII. Leontichus · Chenidas · Hymnis Λεόντιχος, Χηνίδας και Ὑμνίς

Greek (ed. Jacobitz)Fowler (1905)
13.1

Λεόντιχος ἐν δὲ τῇ πρὸς τοὺς Γαλάτας μάχῃ εἰπέ, ὦ Χηνίδα, ὅπως μὲν προεξήλασα τῶν ἄλλων ἱππέων ἐπὶ τοῦ ἵππου τοῦ λευκοῦ, ὅπως δὲ οἱ Γαλάται καίτοι ἄλκιμοι ὄντες ἔτρεσαν εὐθὺς ὡς εἶδόν με καὶ οὐδεὶς ἔτι ὑπέστη. τότε τοίνυν ἐγὼ τὴν μὲν λόγχην ἀκοντίσας διέπειρα τὸν ἵππαρχον αὐτῶν καὶ τὸν ἵππον, ἐπὶ δὲ τὸ συνεστηκὸς ἔτι αὐτῶν — ἦσαν γάρ τινες οἳ ἔμενον διαλύσαντες μὲν τὴν φάλαγγα, ἐς πλαίσιον δὲ συναγαγόντες αὑτούς — ἐπὶ τούτους ἐγὼ σπασάμενος τὴν σπάθην ἅπαντα τῷ θυμῷ ἐπελάσας ἀνατρέπω μὲν ὅσον ἑπτὰ τοὺς προεστῶτας αὐτῶν τῇ ἐμβολῇ τοῦ ἵππου· τῷ ξίφει δὲ κατενεγκὼν διέτεμον τῶν λοχαγῶν ἑνὸς ἐς δύο τὴν κεφαλὴν αὐτῷ κράνει. ὑμεῖς δέ, ὦ Χηνίδα, μετʼ ὀλίγον ἐπέστητε ἤδη φευγόντων.

Leontichus And then that battle with the Galatians; tell her about that, Chenidas—how I rode out in front on the grey, and the Galatians (brave fellows, those Galatians, too)—but they ran away directly they saw me; not a man stood his ground. That time, you know, I used my lance for a javelin, and sent it through their captain and his horse as well; and then, as some of them were left—the phalanx was broken up, you see, but a certain number had rallied—well, I pulled out my trusty blade, rode at them as hard as I could go, knocked over half a dozen of the front rank with the mere rush of my horse, brought down my sword on one of the officers, and clove his head in two halves, helmet and all. The rest of you came up shortly, you remember, when they were already running.

13.2

Χηνίδας ὅτε γάρ, ὦ Λεόντιχε, περὶ Παφλαγονίαν ἐμονομάχησας τῷ σατράπῃ, οὐ μεγάλα ἐπεδείξω καὶ τότε;

Λεόντιχος καλῶς ὑπέμνησας οὐκ ἀγεννοῦς οὐδʼ ἐκείνης τῆς πράξεως· ὁ γὰρ σατράπης μέγιστος ὤν, ὁπλομάχων ἄριστος δοκῶν εἶναι, καταφρονήσας τοῦ Ἑλληνικοῦ, προπηδήσας ἐς τὸ μέσον προὐκαλεῖτο εἴ τις ἐθέλοι αὐτῷ μονομαχῆσαι. οἱ μὲν οὖν ἄλλοι κατεπεπλήγεσαν οἱ λοχαγοὶ καὶ οἱ ταξίαρχοι καὶ ὁ ἡγεμὼν αὐτὸς καίτοι οὐκ ἀγεννὴς ἄνθρωπος ὤν· Ἀρίσταιχμος γὰρ ἡμῶν ἡγεῖτο Αἰτωλὸς ἀκοντιστὴς ἄριστος, ἐγὼ δὲ ἐχιλιάρχουν ἔτι. τολμήσας δʼ ὅμως καὶ τοὺς ἑταίρους ἐπιλαμβανομένους ἀποσεισάμενος, ἐδεδοίκεσαν γὰρ ὑπὲρ ἐμοῦ ὁρῶντες ἀποστίλβοντα μὲν τὸν βάρβαρον ἐπιχρύσοις τοῖς ὅπλοις, μέγαν δὲ καὶ φοβερὸν ὄντα τὸν λόφον καὶ κραδαίνοντα τὴν λόγχην...

Χηνίδας κἀγὼ ἔδεισα τότε, ὦ Λεόντιχε, καὶ οἶσθα ὡς εἰχόμην σου δεόμενος μὴ προκινδυνεύειν· ἀβίωτα γὰρ εἶναί μοι σοῦ ἀποθανόντος.

Chenidas Oh, but that duel of yours with the satrap in Paphlagonia! that was a fine display, too.

Leontichus Well remembered; yes, that was not so bad, either. A great big fellow that satrap was, supposed to be a champion fighter too—thought nothing of Greek science. Out he came, and challenged all comers to single combat. There was consternation among our officers, from the lowest to the general himself—though he was a pretty good man. Aristaechmus the Aetolian he was—very strong on the javelin; I was only a colonel then. However, I was not afraid. I shook off the friends who clung to me—they were anxious about me when they saw the barbarian resplendent in his gilded armour, towering high with his terrible plume and brandishing his lance—

Chenidas Yes, I was afraid that time; you remember how I clung to you and besought you not to sacrifice yourself; life would not have been worth living, if you had fallen.

13.3

Λεόντιχος ἀλλʼ ἐγὼ τολμήσας παρῆλθον ἐς τὸ μέσον οὐ χεῖρον τοῦ Παφλαγόνος ὡπλισμένος, ἀλλὰ πάγχρυσος καὶ αὐτός, ὥστε βοὴ εὐθὺς ἐγένετο καὶ παρʼ ἡμῶν καὶ παρὰ τῶν βαρβάρων· ἐγνώρισαν γὰρ με κἀκεῖνοι ἰδόντες ἀπὸ τῆς πέλτης μάλιστα καὶ τῶν φαλάρων καὶ τοῦ λόφου. εἰπέ, ὦ Χηνίδα, τίνι με τότε πάντες εἴκαζον;

Χηνίδας τίνι δὲ ἄλλῳ ἢ Ἀχιλλεῖ νὴ Δία τῷ Θέτιδος καὶ Πηλέως; οὕτως ἔπρεπέ μέν σοι ἡ κόρυς, ἡ φοινικὶς δὲ ἐπήνθει καὶ ἡ πέλτη ἐμάρμαιρεν.

Λεόντιχος ἐπεὶ δὲ συνέστημεν, ὁ βάρβαρος πρότερος τιτρώσκει με ὀλίγον ὅσον ἐπιψαύσας τῷ δόρατι μικρὸν ὑπὲρ τὸ γόνυ, ἐγὼ δὲ διελάσας τὴν ἀσπίδα τῇ σαρίσῃ παίω διαμπὰξ ἐς τὸ στέρνον. εἶτʼ ἐπιδραμὼν ἀπεδειροτόμησα τῇ σπάθῃ ῥᾳδίως καὶ τὰ ὅπλα ἔχων ἐπανῆλθον ἅμα καὶ τὴν κεφαλὴν ἐπὶ τῆς σαρίσης πεπηγυῖαν κομίσων λελουμένος τῷ φόνῳ.

Leontichus I ventured it, though. Out I went, as well armed as the Paphlagonian, all gold like him. What a shout there was on both sides! the barbarians recognized me too; they knew my buckler and medals and plume. Who was it they all compared me to, Chenidas?

Chenidas Why, who should it be? Achilles, of course; the son of Peleus and Thetis, of course. Your helmet was so magnificent, your purple so rich, your buckler so dazzling.

Leontichus We met. The barbarian drew first blood—just a scratch with his lance a little above the knee; but my great spear drove through his shield and right into the breast-bone. Then I ran up, just sliced his head off with my sword, and came back carrying his arms, the head spiked on my spear dripping gore upon me.

13.4

Ὑμνίς ἄπαγε, ὦ Λεόντιχε, μιαρὰ ταῦτα καὶ φοβερὰ περὶ σαυτοῦ διηγῇ, καὶ οὐκ ἂν ἔτι σε οὐδὲ προσβλέψειέ τις οὕτω χαίροντα τῷ λύθρῳ, οὐχ ὅπως συμπίοι ἢ συγκοιμηθείη. ἔγωγε οὖν ἄπειμι.

Λεόντιχος διπλάσιον ἀπόλαβε τὸ μίσθωμα.

Ὑμνίς οὐκ ἂν ὑπομείναιμι ἀνδροφόνῳ συγκαθεύδειν.

Λεόντιχος μὴ δέδιθι, ὦ Ὑμνί· ἐν Παφλαγόσιν ἐκεῖνα πέπρακται, νῦν δὲ εἰρήνην ἄγω.

Ὑμνίς ἀλλʼ ἐναγὴς ἄνθρωπος εἶ, καὶ τὸ αἷμα κατέσταζέ σου ἀπὸ τῆς κεφαλῆς τοῦ βαρβάρου, ἣν ἔφερες ἐπὶ τῇ σαρίσῃ. εἶτʼ ἐγὼ τοιοῦτον ἄνδρα περιβαλῶ καὶ φιλήσω; μή, ὦ Χάριτες, γένοιτο· οὐδὲν γὰρ οὗτος ἀμείνων τοῦ δημίου.

Λεόντιχος καὶ μὴν εἴ με εἶδες ἐν τοῖς ὅπλοις, εὖ οἶδα, ἠράσθης ἄν.

Ὑμνίς ἀκούουσα μόνον, ὦ Λεόντιχε, ναυτιῶ καὶ φρίττω καὶ τὰς σκιάς μοι δοκῶ ὁρᾶν καὶ τὰ εἴδωλα τῶν πεφονευμένων καὶ μάλιστα τοῦ ἀθλίου λοχαγοῦ ἐς δύο τὴν κεφαλὴν διῃρημένου. τί οἴει, τὸ ἔργον αὐτὸ καὶ τὸ αἷμα εἰ θεασαίμην καὶ κειμένους τοὺς νεκρούς; ἐκθανεῖν γάρ μοι δοκῶ, ἣ οὐδʼ ἀλεκτρυόνα πώποτε φονευόμενον εἶδον.

Λεόντιχος οὕτως ἀγεννής, ὦ Ὑμνί, καὶ μικρόψυχος εἶ; ἐγὼ δὲ ᾤμην ἡσθήσεσθαί σε ἀκούουσαν.

Ὑμνίς ἀλλὰ τέρπε τοῖς διηγήμασι τούτοις εἴ τινας Λημνιάδας ἢ Δαναΐδας εὕροις· ἐγὼ δʼ ἀποτρέχω παρὰ τὴν μητέρα, ἕως ἔτι ἡμέρα ἐστίν. ἕπου καὶ σύ, ὦ Γραμμί· σὺ δὲ ἔρρωσο, χιλιάρχων ἄριστε καὶ φονεῦ ὁπόσων ἂν ἐθέλῃς.

Hymnis How horrid, Leontichus! what disgusting frightful tales you tell about yourself! What girl would look at a man who likes such nastiness—let alone drink or sleep with him? I am going away.

Leontichus Pooh! I double your pay.

Hymnis No, nothing shall induce me to sleep with a murderer.

Leontichus Don’t be afraid, my dear. All that was in Paphlagonia. I am a man of peace now.

Hymnis No, you are unclean; the blood of the barbarian’s head on the spear has dripped over you! I embrace and kiss a man like that? the Graces forbid! he is no better than the executioner.

Leontichus I am certain you would be in love with me if you had seen me in my armour.

Hymnis I tell you it makes me sick and frightened even to hear of such things; I see the shades and ghosts of the slain; that poor officer with his head cloven! what would it be if I saw the thing done, and the blood, and the bodies lying there? I am sure I should die; I never saw a chicken killed, even.

Leontichus Such a coward, girl? so poor of heart? I thought you would like to hear it.

Hymnis Well, try the Lemnian women, or the daughters of Danaus, if you want to please with that sort of tale. I shall run home to my mother, while there is some daylight left. Come along, Grammis. Good-bye, mightiest of colonels, and murderer of however many it is!

13.5

Λεόντιχος μεῖνον, ὦ Ὑμνί, μεῖνον — ἀπελήλυθε.

Χηνίδας σὺ γάρ, ὦ Λεόντιχε, ἀφελῆ παιδίσκην κατεφόβησας ἐπισείων λόφους καὶ ἀπιθάνους ἀριστείας διεξιών· ἐγὼ δὲ ἑώρων εὐθὺς ὅπως χλωρὰ ἐγένετο ἔτι σου τὰ κατὰ τὸν λοχαγὸν ἐκεῖνα διηγουμένου καὶ συνέστειλε τὸ πρόσωπον καὶ ὑπέφριξεν, ἐπεὶ καὶ διακόψαι τὴν κεφαλὴν ἔφης.

Λεόντιχος ὤιμην ἐρασμιώτερος αὐτῇ φανεῖσθαι. ἀλλὰ καὶ σύ με προσαπολώλεκας, ὦ Χηνίδα, τὸ μονομάχιον ὑποβαλών.

Χηνίδας οὐκ ἔδει γὰρ συνεπιψεύδεσθαί σοι ὁρῶντα τὴν αἰτίαν τῆς ἀλαζονείας; σὺ δὲ πολὺ φοβερώτερον αὐτὸ ἐποίησας. ἔστω γάρ, ἀπέτεμες τοῦ κακοδαίμονος Παφλαγόνος τὴν κεφαλήν, τί καὶ κατέπηξας αὐτὴν ἐπὶ τῆς σαρίσης, ὥστε σου καταρρεῖν τὸ αἷμα;

Leontichus Stay, girl, stay. —Why, she is gone!

Chenidas Well, Leontichus, you frightened the simple little thing with your nodding plumes and your incredible exploits. I saw her getting pale as far back as the officer story; her face was all puckered up and quivering when you split his head.

Leontichus I thought it would make me more attractive. Well, but it was your fault too; you started the duel.

Chenidas Well, I had to chime in when I saw what you were bragging for. But you laid it on so thick. Pass the cutting off the wretched Paphlagonian’s head, what did you want to spike it on a spear for, and let the blood run down on you?

13.6

Λεόντιχος τοῦτο μιαρὸν ὡς ἀληθῶς, ὦ Χηνίδα, ἐπεὶ τά γε ἄλλα οὐ κακῶς συνεπέπλαστο, ἄπιθι δʼ οὖν καὶ πεῖσον αὐτὴν συγκαθευδήσουσαν.

Χηνίδας λέγω οὖν ὡς ἐψεύσω ἅπαντα γενναῖος αὐτῇ δόξαι βουλόμενος;

Λεόντιχος αἰσχρόν, ὦ Χηνίδα.

Χηνίδας καὶ μὴν οὐκ ἄν ἄλλως ἀφίκοιτο. ἑλοῦ τοίνυν θάτερον ἢ μισεῖσθαι ἀριστεὺς εἶναι δοκῶν ἢ καθεύδειν μετὰ Ὑμνίδος ἐψεῦσθαι ὁμολογῶν.

Λεόντιχος χαλεπὰ μὲν ἄμφω· αἱροῦμαι δʼ ὅμως τὴν Ὑμνίδα. ἄπιθι οὖν καὶ λέγε, ὦ Χηνίδα, ἐψεῦσθαι μέν, μὴ πάντα δέ.

Leontichus That was a bit too strong, I admit; the rest was rather well put together. Well, go and persuade her to come back.

Chenidas Shall I tell her you lied to make her think you a fine fellow?

Leontichus Oh, plague upon it!

Chenidas It’s the only way. Choose—a mighty champion, and loathed, or a confessed liar, and—Hymnis?

Leontichus Bad is the best; but I say Hymnis. Go to her, then, Chenidas, and say I lied—in parts,

Lucian of Samosata. Dialogues of the Courtesans. Translated by H. W. Fowler, F. G. Fowler and William Tooke. 1905. The Trove. https://adagraves.com/trove/lucian-dialogues-of-the-courtesans/dialogue-13/.

Greek text: Jacobitz’s Teubner edition (19th century). Translation: H. W. and F. G. Fowler, The Works of Lucian of Samosata (Oxford, 1905); H. W. Fowler died 1933, F. G. Fowler 1918. Dialogues VI and X, which the Fowlers omitted, are from William Tooke, Lucian of Samosata (London, 1820), vol. I. Sources