Τρύφαινα ἑταίραν δέ τις παραλαβὼν πέντε δραχμὰς τὸ μίσθωμα δοὺς καθεύδει ἀποστραφεὶς δακρύων καὶ στένων; ἀλλʼ οὔτε πέπωκας ἡδέως, οἶμαι, οὔτε δειπνῆσαι μόνος ἠθέλησας· ἔκλαες γὰρ καὶ παρὰ τὸ δεῖπνον, ἑώρων γάρ· καὶ νῦν δὲ οὐ διαλέλοιπας ἀνολολύζων ὥς2περ βρέφος. ταῦτα οὖν, ὦ Χαρμίδη, τίνος ἕνεκα ποιεῖς; μὴ ἀποκρύψῃ με, ὡς ἂν καὶ τοῦτο ἀπολαύσω τῆς νυκτὸς ἀγρυπνήσασα μετὰ σοῦ.
Χαρμίδης ἔρως με ἀπόλλυσιν, ὦ Τρύφαινα, καὶ οὐκέτʼ ἀντέχω πρὸς τὸ δεινόν.
Τρύφαινα ἀλλʼ ὅτι μὲν οὐκ ἐμοῦ ἐρᾷς, δῆλον· οὐ γὰρ ἂν ἔχων με ἠμέλεις καὶ ἀπωθοῦ περιπλέκεσθαι θέλουσαν καὶ τέλος διετείχιζες τὸ μεταξὺ ἡμῶν τῷ ἱματίῳ δεδιὼς μὴ ψαύσαιμί σου. τίς δὲ ὅμως ἐκείνη ἐστίν, εἰπέ· τάχα γὰρ ἄν τι καὶ συντελέσαιμι πρὸ τὸν ἔρωτα, οἶδα γὰρ ὡς χρὴ τὰ τοιαῦτα διακονεῖσθαι.
Χαρμίδης καὶ μὴν οἶσθα καὶ πάνυ ἀκριβῶς αὐτὴν κἀκείνη σέ· οὐ γὰρ ἀφανὴς ἑταίρα ἐστίν.
Tryphaena Well, to be sure! Get a girl to keep company with you, and then turn your back on her! Nothing but tears and groans! The wine was not good enough, I suppose, and you didn’t want a téte-d-téte dinner. Oh yes, I saw you were crying at dinner too. And now it is one continued wail like a baby’s. What is it all about, Charmides? do tell me; let me get that much out of my evening with you.
Charmides Love is killing me, Tryphaena; I can stand it no longer.
Tryphaena It is not love for me, that is clear. You would not be so cold to me, and push me away when I want to put my arms round you. It really is not fair to keep me off like this! Never mind, tell me who it is; perhaps I may help you to her; I know one ought to make oneself useful.
Charmides Oh, you two know each other quite well; she is quite a celebrity.
Τρύφαινα εἰπὲ τοὔνομα, ὦ Χαρμίδη.
Χαρμίδης Φιλημάτιον, ὦ Τρύφαινα.
Τρύφαινα ὁποτέραν λέγεις; δύο γάρ εἰσι· τὴν ἐκ Πειραιῶς, τὴν ἄρτι διακεκορευμένην, ἧς ἐρᾷ Δάμυλλος ὁ τοῦ νῦν στρατηγοῦντος υἱός, ἢ τὴν ἑτέραν, ἣν Παγίδα ἐπικαλοῦσιν;
Χαρμίδης ἐκείνην, καὶ ἑάλωκα ὁ κακοδαίμων καὶ συνείλημμαι πρὸς αὐτῆς.
Τρύφαινα οὐκοῦν διʼ ἐκείνην ἔκλαες;
Χαρμίδης καὶ μάλα.
Τρύφαινα πολύς δὲ χρόνος ἔστι σοι ἐρῶντι ἢ νεοτελής τις εἶ;
Χαρμίδης οὐ νεοτελής, ἀλλὰ μῆνες ἑπτὰ σχεδὸν ἀπὸ Διονυσίων, ὅτε πρῶτον εἶδον αὐτην.
Τρύφαινα εἶδες δὲ ὅλην ἀκριβῶς, ἢ τὸ πρόσωπον μόνον καὶ ὅσα τοῦ σώματος φανερά, [ἃ εἶδες Φιληματίου,] καὶ ὡς χρῆν γυναῖκα πέντε καὶ τετταράκοντα ἔτη γεγονυῖαν ἤδη;
Χαρμίδης καὶ μὴν ἐπόμνυται δύο καὶ εἴκοσιν εἰς τὸν ἐσόμενον Ἐλαφηβολιῶνα τελέσειν.
Tryphaena Name, name, Charmides!
Charmides Well then—Philematium.
Tryphaena Which? there are two of them; one in Piraeus, who has only just come there; Damyllus the governor’s son is in love with her; is it that one? or the other, the one they call The Trap?
Charmides Yes, that is she; she has caught me and got me tight, poor mouse.
Tryphaena And the tears were all for her?
Charmides Even so.
Tryphaena Is this recent? or how long has it been going on?
Charmides Oh, it is nothing new. I saw her first at the Dionysia; that makes seven months.
Tryphaena Had you a full view of her, or did you just see her face and as much as a woman of forty-five likes to show?
Charmides Oh, come! I have her word for it she will be two-and-twenty next birthday.
Τρύφαινα σὺ δὲ ποτέροις πιστεύσειας ἄν, τοῖς ἐκείνης ὅρκοις ἢ τοῖς σεαυτοῦ ὀφθαλμοῖς; ἐπίσκεψαι γὰρ ἀκριβῶς ὑποβλέψας ποτὲ τοὺς κροτάφους αὐτῆς, ἔνθα μόνον τὰς αὐτῆς τρίχας ἔχει· τὰ δὲ ἄλλα φενάκη βαθεῖα. περὶ δὲ τοὺς κροτάφους ὁπόταν ἀσθενήσῃ τὸ φάρμακον, ᾧ βάπτεται, ὑπολευκαίνεται τὰ πολλά. καίτοι τί τοῦτο; βίασαί ποτε καὶ γυμνὴν ἰδεῖν.
Χαρμίδης οὐδεπώποτέ μοι πρὸς τοῦτο ἐνέδωκεν.
Τρύφαινα εἰκότως· ἠπίστατο γὰρ μυσαχθησόμενόν σε τὰς αὐτῆς λεύκας. ὅλη δὲ ἀπὸ τοῦ αὐχένος ἐς τὰ γόνατα παρδάλει ἔοικεν. ἀλλὰ σὺ ἐδάκρυες τοιαύτῃ μὴ συνών; ἦ που τάχα καὶ ἐλύπει σε καὶ ὑπερεώρα;
Χαρμίδης ναί, ὦ Τρύφαινα, καίτοι τοσαῦτα παρʼ ἐμοῦ λαμβάνουσα. καὶ νῦν ἐπειδὴ χιλίας αἰτούσῃ οὐκ εἶχον διδόναι ῥᾳδίως ἅτε ὑπὸ πατρὶ φειδομένῳ τρεφόμενος, Μοσχίωνα ἐσδεξαμένη ἀπέκλεισέ με, ἀνθʼ ὧν λυπῆσαι καὶ αὐτὸς θέλων αὐτὴν σὲ παρείληφα.
Τρύφαινα μὰ τὴν Ἀφροδίτην οὐκ ἄν ἧκον, εἴ μοι προεῖπέ τις ὡς ἐπὶ τούτοις παραλαμβανοίμην, λυπῆσαι ἄλλην, καὶ ταῦτα Φιλημάτιον τὴν σορόν. ἀλλʼ ἄπειμι, καὶ γὰρ ἤδη τρίτον τοῦτο ᾖσεν ἀλεκτρυών.
Tryphaena Well, which are you going to trust—her word, or your own eyes? Just take a careful look at her temples some day; that is the only place where her own hair shows; all the rest is a thick wig; but at the temples, when the dye fades a little, you can easily detect the grey. But that is nothing; insist on seeing more than her face.
Charmides Oh, but I am not favoured so far as that.
Tryphaena No, I should think not. She knows what the effect would be; why, she is all over—oh, talk of leopard-skins! And it was she made you cry like that, was it? I dare say, now, she was very cruel and scornful?
Charmides Yes, she was, dear; and such a lot of money as she has from me! Just now she wants a thousand drachmas; well, I am dependent on my father, and he is very close, and I could not very well get it; so she is at home to Moschion, and will not see me. That is why you are here; I thought it might vex her.
Tryphaena Well, I’m sure I never never would have come if I had been told what it was for—just to vex somebody else, and that somebody old coffin-ripe Philematium! I shall go away; for that matter the third cock-crow is past.
Χαρμίδης μὴ σύ γε οὕτως ταχέως, ὦ Τρύφαινα· εἰ γὰρ ἀληθῆ ἐστιν ἃ φὴς περὶ Φιληματίου, τὴν πηνήκην καὶ ὅτι βάπτεται καὶ τὸ τῶν ἄλλων ἀλφῶν, οὐδὲ προς2βλέπειν ἂν ἔτι δυναίμην αὐτῇ.
Τρύφαινα ἐροῦ τὴν μητέρα, εἴ ποτε λέλουται μετʼ αὐτῆς· περὶ γὰρ τῶν ἐτῶν κἂν ὁ πάππος διηγήσεταί σοι, εἴ γε ζῇ ἔτι.
Χαρμίδης οὐκοῦν ἐπειδὴ τοιαύτη ἐκείνη, ἀφῃρήσθω μὲν ἤδη τὸ διατείχισμα, περιβάλλωμεν δὲ ἀλλήλους καὶ φιλῶμεν καὶ ἀληθῶς συνῶμεν· Φιλημάτιον δὲ πολλὰ χαιρέτω.
Charmides No, no, not so fast, Tryphaena. If it is all true—the wig, the dye, and the leopard-skin—I shall hate the sight of her.
Tryphaena If your mother has ever seen her at the bath, ask her. As to the age, you had better ask your grandfather about that, if he is alive.
Charmides Well, as that is what she is like, come up close to me, Give me your arms—and your lips—and let us be friends. Philematium be hanged!