Philo, Every Good Man Is Free 127–130
Philo, Prob. 127Θεόδωρον λόγος ἔχει τὸν ἐπικληθέντα ἄθεον ἐκπεσόντα τῶν Ἀθηνῶν καὶ πρὸς Λυσίμαχον ἐλθόντα, ἐπειδή τις τῶν ἐν τέλει τὸν δρασμὸν ὠνείδισεν, ἅμα καὶ τὰς αἰτίας ἐπιλέγων, ὅτι ἐπὶ ἀθεότητι καὶ διαφθορᾷ τῶν νέων καταγνωσθεὶς ἐξέπεσεν, "[οὐκ] ἐξέπεσον“ φάναι, „τὸ δ’ αὐτὸ ἔπαθον τῷ Διὸς Ἡρακλεῖ.
It is said that Theodorus, who was surnamed the Atheist, when he was banished from Athens, and had come to the court of Lysimachus, when one of those in power there reproached him with his banishment, mentioning the cause of it too, namely, that he had been expelled because he had been condemned for atheism and for corrupting the youth, replied, "I have not been banished, but the same thing has befallen me which befell Hercules, the son of Jupiter;
καὶ γὰρ ἐκεῖνος ἐξετέθη πρὸς τῶν Ἀργοναυτῶν, οὐκ ἀδικῶν, ἀλλ’ ὅτι μόνος πλήρωμα καὶ ἕρμα καθ’ αὑτὸν ὢν ἐναυβάρει, δέος παρασχὼν τοῖς συμπλέουσι, μὴ τὸ σκάφος ὑπέραντλον γένηται. κἀγὼ διὰ τοῦτο μετανέστην, ὕψει καὶ μεγέθει τῆς ἐμῆς διανοίας τῶν πολιτευομένων Ἀθήνησιν οὐ δυνηθέντων συνδραμεῖν, ἅμα καὶ φθονηθείς.“
for he also was put ashore by the Argonauts, without having done anything wrong, but only because as he himself was both crew and ballast enough for a vessel, so that he burdened the ship, and caused fear to his fellow voyagers lest the vessel should become water-logged; and I too have been driven from my country because the bulk of the citizens at Athens were unable to keep pace with the loftiness and greatness of my mind, and therefore I was envied by them."
προσανερομένου δὲ Λυσιμάχου· „μὴ καὶ ἐκ τῆς πατρίδος ἐξέπεσες φθόνῳ;“ πάλιν ἀποκρίνασθαι· „φθόνῳ μὲν οὔ, φύσεως δὲ ὑπερβολαῖς, ἃς ἡ πατρὶς οὐκ ἐχώρει.
And when, after this reply, Lysimachus asked him, "Were you also banished from your native land through envy?" he replied a second time, "Not indeed through envy, but because of the exceedingly high qualities of my nature, which my country could not contain;
καθάπερ γὰρ Σεμέλης, ἡνίκα Διόνυσον ἐκύει, τὸν ὡρισμένον ἄχρι τῆς ἀποτέξεως χρόνον ἐνεγκεῖν οὐ δυνηθείσης, καταπλαγεὶς Ζεὺς τὴν τοῦ κατὰ γαστρὸς φύσιν ἠλιτόμηνον ἐξελκύσας ἰσότιμον τοῖς οὐρανίοις ἀπέφηνε θεοῖς, οὕτω κἀμέ, τῆς πατρίδος βραχυτέρας οὔσης ἢ ὥστε δέξασθαι φιλοσόφου φρονήματος ὄγκον τοσοῦτον, δαίμων τις ἢ θεὸς ἀναστήσας εἰς εὐτυχέστερον τόπον Ἀθήνας ἀποικίσαι διενοήθη.“
for as when Semele, at the time that she was pregnant with Bacchus, was unable to bear her offspring until the appointed time for her delivery, Jupiter pitied her, and saved from the flames the offspring which she bore in her womb, being as yet imperfect, and granted it equal honours with the heavenly deities, so also some deity, or some god, has made me leave my country by reason of its being too narrow to contain the ample burden of a philosophic mind, and decided on transporting me to a place more fortunate than Athens, and settling me there."
Cicero, Tusculan Disputations I 102
Cic. Tusc. I 102Quid? Cyrenaeum Theodorum, philosophum non ignobilem, nonne miramur? cui cum Lysimachus rex crucem minaretur, istis, quaeso
inquit ista horribilia minitare purpuratis tuis: Theodori quidem nihil interest, humine an sublime putescat.
What, then, have we not reason to admire Theodorus the Cyrenean, a philosopher of no small distinction, who, when Lysimachus threatened to crucify him, bade him keep those menaces for his courtiers? “To Theodorus it makes no difference whether he rot in the air or underground.”
Sextus Empiricus, Against the Physicists I (Adversus mathematicos IX) 50–58
Sext. M IX 50Τῶν οὖν περὶ ὑπάρξεως θεοῦ σκεψαμένων οἱ μὲν εἶναί φασι θεόν, οἱ δὲ μὴ εἶναι, οἱ δὲ μὴ μᾶλλον εἶναι ἢ μὴ εἶναι. καὶ εἶναι μὲν οἱ πλείους τῶν δογματικῶν καὶ ἡ κοινὴ τοῦ βίου πρόληψις,
μὴ εἶναι δὲ οἱ ἐπικληθέντες ἄθεοι, καθάπερ Εὐήμερος (Callimach. fr. 86 Schn.),
γέρων ἀλαζών, ἄδικα βιβλία ψήχων,
καὶ Διαγόρας ὁ Μήλιος καὶ Πρόδικος ὁ Κεῖος καὶ Θεόδωρος καὶ ἄλλοι παμπληθεῖς· ὧν Εὐήμερος μὲν ἔλεγε τοὺς νομιζομένους θεοὺς δυνατούς τινας γεγονέναι ἀνθρώπους καὶ διὰ τοῦτο ὑπὸ τῶν ἄλλων θεροποιηθέντας δόξαι θεούς,
Πρόδικος (B 5 Diels) δὲ τὸ ὠφελοῦν τὸν βίον ὑπειλῆφθαι θεόν, ὡς ἥλιον καὶ σελήνην καὶ ποταμοὺς καὶ λίμνας καὶ λειμῶνας καὶ καρποὺς καὶ πᾶν τὸ τοιουτῶδες.
Διαγόρας δὲ ὁ Μήλιος, διθυραμβοποιός, ὥς φασι, τὸ πρῶτον γενόμενος ὡς εἴ τις καὶ ἄλλος δεισιδαίμων· ὅς γε κατήρξατο τὸν τρόπον τοῦτον· ‘‘κατὰ δαίμονα καὶ τύχην πάντα τελεῖται”· ἀδικηθεὶς δὲ ὑπό τινος ἐπιορκήσαντος καὶ μηδὲν ἕνεκα τούτου παθόντος μεθηρμόσατο εἰς τὸ λέγειν μὴ εἶναι θεόν.
καὶ Κριτίας (B25 Diels) δὲ εἶς τῶν ἐν Ἀθήναις τυραννησάντων δοκεῖ ἐκ τοῦ τάγματος τῶν ἀθέων ὑπάρχειν φάμενος, ὅτι οἱ παλαιοὶ νομοθέται ἐπίσκοπόν τινα τῶν ἀνθρωπίνων κατορθωμάτων καὶ ἁμαρτημάτων ἔπλασαν τὸν θεὸν ὑπὲρ τοῦ μηδένα λάθρᾳ τὸν πλησίον ἀδικεῖν, εὐλαβούμενον τὴν ὑπὸ τῶν θεῶν τιμωρίαν. ἔχει δὲ παρ’ αὐτῷ τὸ ῥητὸν οὕτως·
ἦν χρόνος, ὅτ’ ἦν ἄτακτος ἀνθρώπων βίοςκαὶ θηριώδης ἰσχύος θ’ ὑπηρέτης,ὅτ’ οὐδὲν ἆθλον οὔτε τοῖς ἐσθλοῖσιν ἦνοὔτ’ αὖ κόλασμα τοῖς κακοῖς ἐγίγνετο.κἄπειτά μοι δοκοῦσιν ἄνθρωποι νόμουςθέσθαι κολαστάς, ἵνα δίκη τύραννος ᾖ
⟨. . . . ⟩ τήν θ᾿ ὕβριν δούλην ἔχῃ·ἐζημιοῦτο δ᾿ εἴ τις ἐξαμαρτάνοι.ἔπειτ᾿ ἐπειδὴ τἀμφανῆ μὲν οἱ νόμοιἀπεῖργον αὐτοὺς ἔργα μὴ πράσσειν βίᾳ,λάθρᾳ δ᾿ ἔπρασσον, τηνικαῦτά μοι δοκεῖ⟨πρῶτον⟩ πυκνός τις καὶ σοφὸς γνώμην ἀνήρθεῶν δέος θνητοῖσιν ἐξευρεῖν, ὅπωςεἴη τι δεῖμα τοῖς κακοῖσι, κἂν λάθρᾳπράσσωσιν ἢ λέγωσιν ἢ φρονῶσί ⟨τι⟩.ἐντεῦθεν οὖν τὸ θεῖον εἰσηγήσατο,ὡς ἔστι δαίμων ἀφθίτῳ θάλλων βίῳ,νόῳ τ᾿ ἀκούων καὶ βλέπων, φρονῶν τε καίπροσέχων τε ταῦτα, καὶ φύσιν θείαν φορῶν,ὃς πᾶν [μὲν] τὸ λεχθὲν ἐν βροτοῖς ἀκούσεται,⟨τὸ⟩ δρώμενον δὲ πᾶν ἰδεῖν δυνήσεται.ἐὰν δὲ σὺν σιγῇ τι βουλεύῃς κακόν,τοῦτ’ οὐχὶ λήσει τοὺς θεούς· τὸ γὰρ φρονοῦν⟨αὐτοῖς⟩ ἔνεστι. τούσδε τοὺς λόγουςδιδαγμάτων ἥδιστον εἰσηγήσατο,ψευδεῖ καλύψας τὴν ἀλήθειαν λόγῳ.ναίειν δ’ ἔφασκε τοὺς θεοὺς ἐνταῦθ’, ἵναμάλιστ’ ἂν ἐξέπληξεν ἀνθρώπους ἄγων,ὅθεν περ ἔγνω τοὺς φόβους ὄντας βροτοῖςκαὶ τὰς ὀνήσεις τῷ ταλαιπώρῳ βίῳ,ἐκ τῆς ὕπερθε περιφορᾶς, ἵν᾿ ἀστραπάςκατεῖδεν οὔσας, δεινὰ δὲ κτυπήματαβροντῆς, τό τ’ ἀστερωπὸν οὐρανοῦ δέμας,Χρόνου καλὸν ποίκιλμα, τέκτονος σοφοῦ,ὅθεν τε λαμπρὸς ἀστέρος στείχει μύδρος,ὅ θ’ ὑγρὸς εἰς γῆν ὄμβρος ἐκπορεύεται.τοίους δὲ περιέστησεν ἀνθρώποις φόβους,δι’ οὓς καλῶς τε τῷ λόγῳ κατῴκισεντὸν δαίμον’ οὗτος κἀν πρέποντι χωρίῳ,τὴν ἀνομίαν τε τοῖς νόμοις κατέσβεσεν.
καὶ ὀλίγα προσδιελθὼν ἐπιφέρει
οὕτω δὲ πρῶτον οἴομαι πεῖσαί τιναθνητοὺς νομίζειν δαιμόνων εἶναι γένος.
Συμφέρεται δὲ τούτοις τοῖς ἀνδράσι καὶ Θεόδωρος ὁ ἄθεος καὶ κατά τινας Πρωταγόρας ὁ Ἀβδηρίτης, ὁ μὲν διὰ τοῦ περὶ θεῶν συντάγματος τὰ παρὰ τοῖς Ἕλλησι θεολογούμενα ποικίλως ἀνασκευάσας,
ὁ δὲ Πρωταγόρας (A 12 Diels) ῥητῶς που γράψας· “περὶ δὲ θεῶν οὔτε εἰ εἰσὶν οὔθ᾿ ὁποῖοί τινές εἰσι δύναμαι λέγειν· πολλὰ γάρ ἐστι τὰ κωλύοντά με”. παρ᾿ ἣν αἰτίαν θάνατον αὐτοῦ καταψηφισαμένων τῶν Ἀθηναίων διαφυγὼν καὶ κατὰ θάλατταν πταίσας ἀπέθανεν.
μέμνηται δὲ ταύτης τῆς ἱστορίας καὶ Τίμων ὁ Φλιάσιος (fr. 5 Diels) ἐν τῷ δευτέρῳ τῶν Σίλλων ταῦτα διεξερχόμενος,
†ἔσητε† καὶ μετέπειτα σοφιστῶνοὔτ᾿ ἀλιγυγλώσσῳ οὔτ᾿ ἀσκόπῳ οὔτ᾿ ἀκυλίστῳΠρωταγόρῃ· ἔθελον δὲ τέφρην συγγράμματα θεῖναι,ὅττι θεοὺς κατέγραψ᾿ οὔτ᾿ εἰδέναι οὔτε δύνασθαιὁπποῖοί τινές εἰσι καὶ οἴ τινες ἀθρήσασθαι,πᾶσαν ἔχων φυλακὴν ἐπιεικείης. τὰ μὲν οὔ οἱχραίσμησ᾿, ἀλλὰ φυγῆς ἐπεμαίετο, ὄφρα μὴ οὕτωςΣωκρατικὸν πίνων ψυχρὸν πότον Ἀίδα δύῃ.
καὶ Ἐπίκουρος δὲ κατ᾿ ἐνίους ὡς μὲν πρὸς τοὺς πολλοὺς ἀπολείπει θεόν, ὡς δὲ πρὸς τὴν φύσιν τῶν πραγμάτων οὐδαμῶς.
Sextus Empiricus, Outlines of Pyrrhonism III 218
Sext. PH III 218οὕτω καὶ τὰ περὶ τῶν δικαίων καὶ ἀδίκων καὶ τοῦ κατὰ τὴν ἀνδρείαν καλοῦ πολλὴν ἀνωμαλίαν ἔχει. Καὶ τὰ περὶ εὐσεβείας δὲ καὶ θεῶν ⟨θεραπείας⟩ πεπλήρωται πολλῆς διαφωνίας. θεοὺς γὰρ οἱ μὲν πολλοί φασιν εἶναι, τινὲς δὲ οὐκ εἶναι, ὥσπερ οἱ περὶ Διαγόραν τὸν Μήλιον καὶ Θεόδωρον καὶ Κριτίαν τὸν Ἀθηναῖον. καὶ τῶν εἶναι θεοὺς ἀποφηναμένων οἱ μὲν τοὺς πατρίους νομίζουσι θεούς, οἱ δὲ τοὺς ἐν ταῖς δογματικαῖς αἱρέσεσιν ἀναπλασσομένους, ὡς Ἀριστοτέλης (cf.fr. 26 Rose) μὲν ἀσώματον εἶπεν εἶναι τὸν θεὸν καὶ πέρας τοῦ οὐρανοῦ, Στωικοὶ (Stoic. fr. I 159 et II 103 Arn.) δὲ πνεῦμα διῆκον καὶ διὰ τῶν εἰδεχθῶν, Ἐπίκουρος (p. 355, 7 Us.) δὲ ἀνθρωπόμορφον, Ξενοφάνης (cf. A33 Diels) δὲ σφαῖραν ἀπαθῆ.