Αἰσχίνης Χαρίνου τοῦ ἀλλαντοποιοῦ, οἱ δὲ Λυσανίου, Ἀθηναῖος, ἐκ νέου φιλόπονος· διὸ καὶ Σωκράτους οὐκ ἀπέστη. ὅθεν ἔλεγε, μόνος ἡμᾶς οἶδε τιμᾶν ὁ τοῦ ἀλλαντοποιοῦ.
τοῦτον ἔφη Ἰδομενεὺς ἐν τῷ δεσμωτηρίῳ συμβουλεῦσαι περὶ τῆς φυγῆς Σωκράτει, καὶ οὐ Κρίτωνα· Πλάτωνα δέ, ὅτι ἦν Ἀριστίππῳ μᾶλλον φίλος, Κρίτωνι περιθεῖναι τοὺς λόγους. διεβάλλετο δʼ ὁ Αἰσχίνης καὶ μάλισθʼ ὑπὸ Μενεδήμου τοῦ Ἐρετριέως ὡς τοὺς πλείστους διαλόγους ὄντας Σωκράτους ὑποβάλλοιτο, λαμβάνων παρὰ Ξανθίππης· ὧν οἱ μὲν καλούμενοι ἀκέφαλοι σφόδρʼ εἰσὶν ἐκλελυμένοι καὶ οὐκ ἐπιφαίνοντες τὴν Σωκρατικὴν εὐτονίαν· οὓς καὶ Πεισίστρατος ὁ Ἐφέσιος ἔλεγε μὴ εἶναι Αἰσχίνου.
(c. 400 B.C.)
Aeschines was the son of Charinus the sausagemaker, but others make his father’s name Lysanias. He was a citizen of Athens, industrious from his birth up. For this reason he never quitted Socrates; hence Socrates’ remark, Only the sausage-maker’s son knows how to honour me.
Idomeneus declared that it was Aeschines, not Crito, who advised Socrates in the prison about making his escape,1 but that Plato put the words into the mouth of Crito because Aeschines was more attached to Aristippus than to himself. It was said maliciously—by Menedemus of Eretria in particular—that most of the dialogues which Aeschines passed off as his own were really dialogues of Socrates obtained by him from Xanthippe. Those of them which are said to have no beginning (ἀκέφαλοι) are very slovenly and show none of the vigour of Socrates; Pisistratus of Ephesus even denied that they were written by Aeschines.
καὶ τῶν ἑπτὰ δὲ τοὺς πλείστους Περσαῖός φησι Πασιφῶντος εἶναι τοῦ Ἐρετρικοῦ, εἰς τοὺς Αἰσχίνου δὲ κατατάξαι. ἀλλὰ καὶ τῶν Ἀντισθένους τόν τε μικρὸν Κῦρον καὶ τὸν Ἡρακλέα τὸν ἐλάσσω καὶ Ἀλκιβιάδην καὶ τοὺς τῶν ἄλλων δὲ ἐσκευώρηται. οἱ δʼ οὖν τῶν Αἰσχίνου τὸ Σωκρατικὸν ἦθος ἀπομεμαγμένοι εἰσὶν ἑπτά· πρῶτος Μιλτιάδης, διὸ καὶ ἀσθενέστερόν πως ἔχει· Καλλίας, Ἀξίοχος, Ἀσπασία, Ἀλκιβιάδης, Τηλαύγης, Ῥίνων.
Φασὶ δʼ αὐτὸν διʼ ἀπορίαν ἐλθεῖν εἰς Σικελίαν πρὸς Διονύσιον, καὶ ὑπὸ μὲν Πλάτωνος παροφθῆναι, ὑπὸ δʼ Ἀριστίππου συστῆναι· δόντα τέ τινας τῶν διαλόγων δῶρα λαβεῖν.
Persaeus indeed attributes the majority of the seven to Pasiphon of the school of Eretria, who inserted them among the dialogues of Aeschines. Moreover, Aeschines made use of the Little Cyrus, the Lesser Heracles and the Alcibiades of Antisthenes as well as dialogues by other authors. However that may be, of the writings of Aeschines those stamped with a Socratic character are seven, namely Miltiades, which for that reason is somewhat weak; then Callias, Axiochus, Aspasia, Alcibiades, Telauges, and Rhinon.
They say that want drove him to Sicily to the court of Dionysius, and that Plato took no notice of him, but he was introduced to Dionysius by Aristippus, and on presenting certain dialogues received gifts from him.
ἔπειτʼ ἀφικόμενον Ἀθήναζε μὴ τολμᾶν σοφιστεύειν, εὐδοκιμούντων τότε τῶν περὶ Πλάτωνα καὶ Ἀρίστιππον. ἐμμίσθους δʼ ἀκροάσεις ποιεῖσθαι· εἶτα συγγράφειν λόγους δικανικοὺς τοῖς ἀδικουμένοις· διὸ καὶ τὸν Τίμωνα εἰπεῖν ἐπʼ αὐτοῦ ἤτʼ Αἰσχίνου οὐκ ἀπιθὴς 〈ἴσ〉 γράψαι.
φασὶ δʼ αὐτῷ λέγειν Σωκράτην, ἐπειδήπερ ἐπιέζετο ὑπὸ πενίας, παρʼ ἑαυτοῦ δανείζεσθαι τῶν σιτίων ὑφαιροῦντα. τούτου τοὺς διαλόγους καὶ Ἀρίστιππος ὑπώπτευεν. ἐν γοῦν Μεγάροις ἀναγινώσκοντος αὐτοῦ φασι σκῶψαι εἰπόντα, πόθεν σοι, λῃστά, ταῦτα;
Afterwards on his return to Athens he did not venture to lecture owing to the popularity of Plato and Aristippus. But he took fees from pupils, and subsequently composed forensic speeches for aggrieved clients. This is the point of Timon’s reference to him as the might of Aeschines, that not unconvincing writer.
They say that Socrates, seeing how he was pinched by poverty, advised him to borrow from himself by reducing his rations. Aristippus among others had suspicions of the genuineness of his dialogues. At all events, as he was reading one at Megara, Aristippus rallied him by asking, Where did you get that, you thief?
Φησὶ δὲ Πολύκριτος ὁ Μενδαῖος ἐν τῷ πρώτῳ τῶν περὶ Διονύσιον ἄχρι τῆς ἐκπτώσεως συμβιῶναι αὐτὸν τῷ τυράννῳ καὶ ἕως τῆς Δίωνος εἰς Συρακούσας καθόδου, λέγων εἶναι σὺν αὐτῷ καὶ Καρκίνον τὸν τραγῳδιοποιόν. φέρεται δὲ καὶ ἐπιστολὴ πρὸς Διονύσιον Αἰσχίνου. ἦν δὲ καὶ ἐν τοῖς ῥητορικοῖς ἱκανῶς γεγυμνασμένος· ὡς δῆλον ἔκ τε τῆς ἀπολογίας τοῦ πατρὸς Φαίακος τοῦ στρατηγοῦ καὶ Δίωνος. μάλιστα δὲ μιμεῖται Γοργίαν τὸν Λεοντῖνον. καὶ Λυσίας δὲ κατʼ αὐτοῦ γέγραφε λόγον, [περὶ] συκοφαντίας ἐπιγράψας· ἐξ ὧν δῆλον ὅτι καὶ ῥητορικός τις ἦν. γνώριμος δʼ αὐτοῦ φέρεται εἷς, Ἀριστοτέλης ὁ Μῦθος ἐπικληθείς.
Polycritus of Mende, in the first book of his History of Dionysius, says that he lived with the tyrant until his expulsion from Syracuse, and survived until the return of Dion, and that with him was Carcinus the tragic poet. There is also extant an epistle of Aeschines to Dionysius. That he had received a good rhetorical training is clear from his defence of the father of Phaeax the general, and from his defence of Dion. He is a close imitator of Gorgias of Leontini. Moreover, Lysias attacked him in a speech which he entitled On dishonesty.
And from this too it is clear that he was a rhetorician. A single disciple of his is mentioned, Aristotle, whose nickname was Story.
Πάντων μέντοι τῶν Σωκρατικῶν διαλόγων Παναίτιος ἀληθεῖς εἶναι δοκεῖ τοὺς Πλάτωνος, Ξενοφῶντος, Ἀντισθένους, Αἰσχίνου· διστάζει δὲ περὶ τῶν Φαίδωνος καὶ Εὐκλείδου, τοὺς δὲ ἄλλους ἀναιρεῖ πάντας.
Γεγόνασι δʼ Αἰσχίναι ὀκτώ· πρῶτος αὐτὸς οὗτος· δεύτερος δʼ ὁ τὰς τέχνας γεγραφὼς τὰς ῥητορικάς· τρίτος ὁ ῥήτωρ ὁ κατὰ Δημοσθένην· τέταρτος Ἀρκάς, μαθητὴς Ἰσοκράτους· πέμπτος ὁ Μυτιληναῖος, ὃν καὶ ῥητορομάστιγα ἐκάλουν· ἕκτος Νεαπολίτης, φιλόσοφος Ἀκαδημαϊκός, Μελανθίου τοῦ Ῥοδίου μαθητὴς καὶ παιδικά· ἕβδομος Μιλήσιος, πολιτικὸς συγγραφεύς· ὄγδοος ἀνδριαντοποιός.
Panaetius thinks that, of all the Socratic dialogues, those by Plato, Xenophon, Antisthenes and Aeschines are genuine; he is in doubt about those ascribed to Phaedo and Euclides; but he rejects the others one and all.
There are eight men who have borne the name of Aeschines: (1) our subject himself; (2) the author of handbooks of rhetoric; (3) the orator who opposed Demosthenes; (4) an Arcadian, a pupil of Isocrates; (5) a Mitylenean whom they used to call the scourge of rhetoricians
; (6) a Neapolitan, an Academic philosopher, a pupil and favourite of Melanthius of Rhodes; (7) a Milesian who wrote upon politics; (8) a sculptor.