Sappho author: Renée Vivien Greek (as printed by Vivien) Vivien, Renée. Sappho. 1903. The Trove. https://adagraves.com/trove/vivien-sapho/. Renée Vivien (Pauline Mary Tarn) died in 1909. ODES [I] Εἰς Ἀφρόδιταν. Ποικιλόθρον’, ἀθάνατ’ Ἀφρόδιτα, παῖ Δίος, δολόπλοκε, λίσσομαί σε μή μ’ ἄσαισι μήτ’ ὀνίαισι δάμνα, πότνια, θῦμον· ἀλλὰ τυῖδ’ ἔλθ’, αἴποτα κἀτέρωτα τὰς ἔμας αὔδως ἀΐοισα πήλυι ἔκλυες, πάτρος δὲ δόμον λίποισα χρύσιον ἦλθες ἄρμ’ ὑποζεύξαισα· κάλοι δέ σ’ ἆγον ὤκεες στροῦθοι περὶ γᾶς μελαίνας πύκνα δινεῦντες πτέρ’ ἀπ’ ὠράνω αἴθε- ρας διὰ μέσσω. αἶψα δ’ ἐξίκοντο· τὺ δ’, ὦ μάκαιρα, μειδιάσαισ’ ἀθανάτῳ προσώπῳ, ἤρε’, ὄττι δηὖτε πέπονθα κὤττι δηὖτε κάλημι, κὤττι μοι μάλιστα θέλω γένεσθαι μαινόλᾳ θύμῳ· τίνα δηὖτε Πείθω μαῖς ἄγην ἐς σὰν φιλότατα, τίς σ’, ὦ Ψάπφ’, ἀδικήει; καὶ γὰρ αἰ φεύγει, ταχέως διώξει, αἰ δὲ δῶρα μὴ δέκετ’ ἀλλὰ δώσει, αἰ δὲ μὴ φίλει, ταχέως φιλήσει κωὐκ ἐθέλοισα. ἔλθε μοι καὶ νῦν, χαλεπᾶν δὲ λῦσον ἐκ μεριμνᾶν, ὄσσα δέ μοι τελέσσαι θῦμος ἰμέρρει, τέλεσον· σὺ δ’ αὔτα σύμμαχος ἔσσο. [II] ἀλλὰ κὰμ μὲν γλῶσσα ἔαγε, λέμτον δ’ αὔτικα χρῷ πῦρ ὑπαδεδρόμακεν, ὀππάτεσσι δ’ οὐδὲν ὄρμ', ἐπιρρόμ- βεισι δ’ ἄκουαι. ἀ δέ μίδρως κακχέεται, τρόμος δέ παῖσαν ἄγρει, χλωροτέρα δὲ ποίας ἔμμι, τεθνάκην δ’ὀλίγω ’πιδεύης φαίνομαι… ἀλλὰ πᾶν τόλματον,… Ἠράμαν μὲν ἔγω σέθεν, Ἄτθι, πάλαι πότα. … Ἔμεθεν δ'ἔχεισθα λάθαν. Ἤ τιν' ἄλλον [μαλλον] ἀνθρώπων ἔμεθεν φίλησθα. Τίς δ' ἀγροιῶτίς τοι θέγει νόον, οὐκ ἐπισταμένα τὰ βράκε’ ἔλκην ἐπὶ τῶν σφύρων; Ἄτθι, σοὶ δ’ ἔμεθέν μεν ἀπήχθετο φροντίσδηνη, ἐπὶ δ’ Ἀνδρομέδαν πότῃ. Ἔχει μὲν Ἀνδρομέδα κάλαν ἀμοίβαν. [III] Ἄστερες μὲν ἀμφὶ κάλαν σελάνναν αἶψ ἀπυκρύπτοισι φάεννον εἶδος, ὄπποτα πλήθοισα μάλιστα λάμπῃ γᾶν [ἐπὶ πᾶσαν] — ᴗ — ᴗ ἀργυρία — ᴗ — ᴗ · [IV] — ᴗ — ᴗ — Τάδε νῦν ἐταίραισ ταῖς ἔμαισι τέρπνα κάλως ἀείσω. — ᴗ — ᴗ — ᴗᴗ Ὅττινας γὰρ εὖ θέω, κῆνοί με μάλιστα σίννονται. — ᴗ Ἀλλὰ τις οὐκ ἔμμι παλιγκότων ὄργαν, ἀλλ’ ἀβάκην τὰν φρέν’ ἔχω ᴗ — Ὦ κάλα, ὦ χαρίεσσα… Σοὶ δ’ ἔγω λεύκας ἐπὶ βῶμον αἶγος κἀπιλείψω τοι ᴗᴗ — ᴗ — ᴗ · Οὔ τι μοι ὔμμες. Ἀρτίως μ’ ἀ χρυσοπέδιλλος Αὔως. Τὸ μέλημα τοὐμόν. Καὶ ποθήω καὶ μάομαι ᴗ — ᴗ Αἴ με τιμίαν ἐπόησαν ἔργα τὰ σφὰ δοῖσαι. Δαύοις ἀπάλας ἐτάρας ἐν στήθεσιν — ᴗᴗ — Ταῖς κάλαις ὕμμιν [τὸ] νόημα τὦμον οὐ διάμειπτον — ᴗ — ᴗ — ᴗᴗ Ἔλθε Κύπρι χρυσίαισιν ἐν κυλίκεσσιν ἄβρως συμμεμιγμένον θαλίαισι νέκταρ οἰνοχοεῦσα. — ᴗ — ᴗ — ᴗ κατ’ ἔμον στάλαγμον· Τὸν δ' ἐπιπλάζοντες ἄμοι φέροιεν καὶ μελεδώναις. Ζὰ δ’ ἐληξάμαν ὄναρ Κυπρογενήᾳ. Ζὰ δ’ ἐλεξάμαν ὄναρ Κυπρογενήᾳ. Πλήρης μὲν ἐφαίνετ' ἀ σελάννα, αἰ δ’ ὡς περὶ βῶμον ἐστάθησαν. Οἶον τὸ γλυκύμαλον ἐρεύθεται ἄκρῳ ἐπ’ ὔσδῳ ἄκρον ἐπ’ ἀκροτάτῳ· λελάθοντο δὲ μαλοδρόπηες, οὐ μὰν ἐκλελάθοντ', ἀλλ’ οὐκ ἐδύναντ’ ἐπίκεσθαι. Ϝἕσπερε, πάντα φέρων, ὄσα φαίνολις ἐσκέδασ’ αὔως, φέρεις οἶν, φέρεις αἶγα, φέρεις ἄπυ ματέρι παῖδα. Τί με Πανδίονις ὦ ῤάννα χελίδων; Ἦρος ἄγγελος ἰμερόφωνος ἀήδων. — ᴗ — Ὀ δ’ Ἄρευς φαῖσί κεν Ἅφαιστον ἄγην βίᾳ. Μήτ’ ἔμοι μέλι μήτε μέλισσα. Ἄγε δὴ χέλυ δῖά μοι φωνάεσσα γένοιο. Ὀ μὲν γὰρ κάλος, ὄσσον ἴδην, πέλεται [ἄγαθος], ὀ δὲ κἄγαθος αὔτικα καὶ κάλος ἔσσεται. Χειρόμακτρα δὲ καγγόνων πορφυρᾶ… καὶ ταῦτα μὲν ἀτιμάσεις, ἐπέμψ’ ἀπὺ Φωκάας δῶρα τίμια καγγόνων. Οὐδ’ ἴαν δοκίμοιμι προσίδοισαν φάος ἀλίω ἔσσεσθαι σοφίαν πάρθενον εἰς οὐδένα πω χρόνον τοιαύταν. … ἔγω φᾶμι ἰοπλόκων Μοισᾶν εὖ λάχεμεν. Ἤ σε Κύπρος καὶ Πάφος ἢ Πάνορμος. — U — U — U Ἔγω δὲ κήν’ ὄτ- τω τις ἔραται — U — U — U Ἔγων δ’ ἐμαύτᾳ τοῦτο σύνοιδα Ἂς θέλετ’ ὕμμες. Παῖδες, ἄφωνος ἐοῖσα τὸδ' ἐννέπω, αἴ τις ἔρηται, φωνὰν ἀκαμάταν κατθεμένα πρὸ ποδῶν· Αἰθοπίᾳ με κόρᾳ Λατοῦς ἀνέθηκεν Ἀρίστα Ἑρμοκλειδαία τῶ Σαοναϊάδα, σὰ πρόπολος, δέσποινα γυναικῶν· ἇ σὺ χαρεῖσα πρόφρων ἁμετέραν εὐκλέϊσον γενεάν. Αἴθ’ ἔγω, χρυσοστέφαν’ Ἀφρόδιτα, τόνδετὸν πάλον λαχόην. ᴗ — ᴗ — ᴗᴗ Πόδας δέ ποίκιλος μάσλης ἐκάλυπτε, Λύδι- ον κάλον ἔργον. — ᴗ — Σύ τε κἄμος θεράπων Ἔρος. Ψαύην δ’οὐ δοκίμοιμ’ ὀράνω δύσι πάχεσιν. Τῷ γριπεῖ Πελάγωνι πατὴρ ἐπέθηκε Μενίσκος κύρτον καὶ κώπαν, μνάμα κακοζοΐας. Ψάπφοι, τὶ τὰν πολύολβον Ἀφρόδιταν ; Δεῦτέ νυν, ἄβραι Χάριτες, καλλίκομοί τε Μοῖσαι. Σμίκρα, μοι πάϊς ἔμμεν ἐφαίνεο κἄχαρις. Ὄτα πάννυχος ἄσφι κατάγρει. Ταῖσι [δὲ] ψῦχρος μὲν ἔγεντο θῦμος, παρ δ’ ἴεισι τὰ πτέρα. — ᴗ — ᴗ Χρύσεοι δ’ἐρέβινθοι ἐπ’ ἀϊόνων ἐφύοντο. Κατθνάσκει, Κυθέρη’, ἄβρος Ἄδωνις, τί κε θεῖμεν· Καττύπτεσθε κόραι καὶ κατερείκεσθε χίτωνας. Ὦ τὸν Ἄδωνιν… Κατθάνοισα δὲ κείσεαι πότα, κωὺ μναμοσύνα σέθεν ἔσσετ’ οὔτε τότ’ οὔτ’ ὔστερον· οὐ γὰρ πεδέχεις βρόδων τῶν ἐκ Πιερίας, ἀλλ’ ἀφάνης κὴν Ἀΐδα δόμοις φοιτάσεις πεδ’ ἀμαύρων νεκύων ἐκπεποταμένα. Οἴαν τὰν ὑάκινθον ἐν οὔρεσι ποίμενες ἄνδρες πόσσι καταστέ βοισι, χάμαι δ’ἐπιπορφύρει ἄνθος. Ὄπταις ἄμμε. Τιμάδος ἅδε κόνις, τὰν δὴ πρὸ γάμοιο θανοῦσαν δέξατο Φερσεφόνας κυάνεος θάλαμις, ἇς καὶ ἀποφθιμένας πᾶσαι νεοθᾶγι σιδάρῳ ἅλικες ἱμερτὰν κρατὸς ἔθεντο κόμαν. Ἀστέρων πάντων ὁ κάλλιστος… Εὐμορφοτέρα Μνασιδίκα τᾶς ἀπάλας Γυρίννως. Ἀσαροτέρας οὔδαμ’ ἐπ’, ὦ ῤάννα, σέθεν τύχεισα. Σὺ δὲ στεφάνοις, ὦ Δίκα, περθεσθ’ ἐράταις φόβαισιν, ὁρπακας ἀνήτοιο συν ῤραισ’ ἀπάλαισι χέρσιν· εὐάνθεσιν ἐκ γὰρ πέλεται καὶ χάριτος μακαιρᾶν μᾶλλον προτέρην· ἀστεφανώτοισι δ’ ἀπυστρέφονται. Ἐγὼ δὲ φίλημ’ ἀβροσύναν, καὶ μοι τὸ λάμπρον ἔρος ᴗ ἀελίω καὶ τὸ κάλον λέλογχεν. Οὐκ οἶδ' ὅττι θέω· δύο μοι τὰ νοήματα. Ἅλλα, μὴ μεγαλύνεο δακτυλίω πέρι. Ἔγω δ' ἐπὶ μαλθάκαν τύλαν σπολέω μέλεα. Ὥς δὲ παῖς πεδα μάτερα πεππερύγωναι. Καλὸν δημόσιον. Ζκύθικον ξύλον, τῷ βάπτοισί τε τἤρια ποίεισι δὲ μάλινα ξανθίσδοισί τε τὰς τρίχας. Αἰ δ’ ἦχες ἔσλων ἴμερον ἢ κάλων, καὶ μή τι Ϝείπην γλῶσσ’ ἐκύκα κάκον, αἴδως κέ σ’ οὐ κίχαμνεν ὅππατ', ἀλλ’ ἔλεγες περὶ τῶ δικαίως. ἰόπλοκ' ἄγνα μελλιχόμειδε Σάπφοι, θέλω τι Ϝείπην, ἀλλά με κωλύει αἴδως. Μνάσεσθαί τινά φαμι καὶ ὕστερον ἄμμεων. Ἔρος δαὖτέ μ’ὁ λυσιμέλης δόνει, γλυκύπικρον ἀμάχανον ὄρπετον. Διὸς παῖς ὁ χρυσός, κείνον οὐ σὴς οὐδὲ κὶς δάπτει. Ποτνια αὔως. Κἀπάλαις ὑποθύμιδας πλέκταις ἀμπ’ ἀπάλᾳ δέρα. Ἀμφὶ δὲ ψῦχρον κελάδει δι’ ὔσδων μαλίνων, αἰθυσσομένων δὲ φύλλων κῶμα καταρρεῖ. Μάλα δὴ ϰεϰορημένας Γόργως. Γέλλως παιδοφιλωτέρα Δέδυκε μὲν ὰ σελάννα καὶ Πληῖαδες, μέσαι δέ νύκτες, πάρα δ ἔρχετ ὤρα, ἔγω δὲ μόνα κατεύδω. Κρησσαί νύ ποτ' ὦδ' ὲμμελέως πόδεσσιν ὼρχεῡντ' ὰπάλοις ὰμφ' ὲρὂεντα βωμον πόας τέρεν ἄνθος μάλακον μάτεισαι Ὀφθάλμοις δὲ μέλαις νύκτος ἄωρος. Χρυσοφάη θεράπαισαν Ἀφροδίτας. Πόλλα μοι τὰν Πωλυανάκτιδα παῖδα χαῖρην. … Ἀμφὶ δ’ ἄβροις λασίοις εὖ ϝε πύκασσεν. Γλύκεια μᾶτερ, οὔτοι δύναμαι κρέκην τὸν ἴστον, πόθῳ δάμεισα παῖδος βραδίναν δι’ Ἀφρόδιταν. — ᴗ — ᴗ Παντοδάπαις μεμιγμέ- να χροΐαισιν. Μελλίχιος δ’ ἐπ’ ἰμέρτῳ κέχυται προσώπῳ. Ἔστι μοι κάλα πάϊς, χρυσίοισιν ἀνθέμοισιν ἐμφέρην ἔχοισα μόρφαν, Κλῆϊς’ἀγαπάτα, ἀντὶ τᾶς ἔγω οὐδὲ Λυδίαν παῖσαν οὐδ’ ἔρανναν. Βροδοπάχεες ἄγναι Χάριτες, δεῦτε Δίος κόραι. Πάρθενον ἀδύφωνον. Ἔρος δαὖτ’ ἐτίναξεν ἔμοι φρένας, ἄνεμος κατ’ὄρος δρύσιν ἐμπέσων. Ἤρων ἐξεδίδαξ’ ἐκ Γυάρων τὰν τανυσίδρομον. Βρένθειω βασιληΐω Ὁ πλοῦτος ἄνευ σεῦ γ' ἀρέτα 'στ' οὐκ ἀσινής πάροικος. Ἄνδε ἀμέργουσαν παῖδ’ ἄγαν ἁπαλάν. Φαῖσι δή ποτα Λήδαν ὑακινθίνων [ὑπ’ἀνθέων] πεπυκαδμένον εὔρην ὤιον. Αὔτα δὲ σὺ Καλλιόπα. Δεῦρο δαὖτε Μοῖσαι, χρύσιον λίποισαι. Ἀϊπάρθενος ἔσσομαι Πέρροχος, ὡς ὄτ’ἄοιδος ὁ Λέσβιος ἀλλοδάποισιν. Οὐ γὰρ θέμις ἐν μουσοπόλων οἰκίᾳ θρηνον εἶναι· οὐκ ἄμμι πρέπει τάδε. ÉPITHALAMES Ἔσπετ’ Ὑμήναον. Οὐ γὰρ ἦν ἀτέρα πάϊς, ὦ γάμβρε, τοιαύτα. Χαίροισα νύμφα, χαιρέτω δ’ ὁ γάμβρος. Α. — Παρθενία, παρθενία, ποῖ με λίποισ' ἀποίχῃ; Β. — Οὐκέτι ἥξω πρὸς σέ, οὐκέτι ἥξω. Τίῳ σ’, ὦ φίλε φάμβρε, κάλως ἐϊκάσδω; ὄρπακι βραδίνῳ σὲ κάλιστ’ ἐϊκάσδω. Ἀλλ’ ἔων φίλος ἄμμιν… λέχος ἄρνυσο νεώτερον· οὐ γὰρ τλάσομ’ ἔγω ξυνοίκην νέῳ γ’ ἔσσα γεραιτέρα. Ἰψοι δὴ τὸ μέλαθρον Ὑμήναον ἀέρρετε τέκτοντες ἄνδρες· Ὑμήναον. γάμβρος ἔρχεται ἶσος Ἄρευϊ, [Ὑμήναον] ἄνδρος μεγάλω πόλυ μείζων· [Ὑμήναον] Θυρώρῳ πόδες ἑπτορόγοιοι, τὰ δὲ σάμβαλα πεμπεβόηα, πίσυγγοι δὲ δέκ’ ἐξεπόνασαν. Δώσομεν, ἠοὶ πάτηρ. Ἦρ’ ἔτι παρθενίας ἐπιβάλλομαι; … Χαῖρε, νύμφα, χαῖρε, τίμιε γάμβρε, πόλλα. Ὄλβιε γάμβρε, σοὶ μὲν δὴ γάμος, ὢς ἄραο, ἐκτετέλεστ’, ἔχης δὲ πάρθενον, ἂν ἄραο. Στᾶθι κἄντα φίλος… καὶ τὰν ἐπ’ ὄσσοις ἀμπέτασον χάριν. FRAGMENTS Οὐ διαφθεῖρον τὰς ὄψεις… τὸ γάνος… ὑακινθίνω ἄνθει ὅμοιον. Πόλυ πάκτιδος ἀδυμελεστέρα, χρύσω χρυσοτέρα.