The Kitharodes author: Renée Vivien Greek (as printed by Vivien) Vivien, Renée. The Kitharodes. 1904. The Trove. https://adagraves.com/trove/vivien-les-kitharedes/. Renée Vivien (Pauline Mary Tarn) died in 1909. LES KITHARÈDES Εἰς τὰς τῆς Ἑλλάδος ἐννέα ποιήτριας. Τάσδε θεογλώσσους Ἑλικὼν ἔθρεψε γυναῖκας ὕμνοις, καὶ Μακεδὼν Πιερίας σκόπελος, Πρήξιλλαν, Μοιρώ, Ἀνύτης στόμα, θῆλυν Ὅμηρον, Λεσβιάδων Σαπφὼ κόσμον ἐϋπλοκάμων, Ἔρινναν, Τελέσιλλαν ἀγακλέα, καὶ σέ, Κόριννα, θοῦριν Ἀθηναίης ἀσπίδα μελψαμέναν, Νοσσίδα θηλύγλωσσον, ἰδὲ γλυκυαχέα Μύρτιν, πάσας ἀενάων ἐργάτιδας σελίδων. ἐννέα μὲν Μούσας μέγας Οὐρανός · ἐννέα δ' αὐτὰς Γαῖα τέκεν, θνατοῖς ἄφθιτον εὐφροσύναν. Μελεάγρου Στέφανος. Μοῦσα φίλα, τίνι τάνδε φέρεις πάγκχαρπον ἀοιδάν ; ἢ τίς ὁ καὶ τεύξας ὑμνοθέταν στέφανον ; ἄνυσε μὲν Μελεάγρος · ἀριζάλῳ δὲ Διοκλεῖ μναμόσυνον ταύταν ἐξεπόνησε χάριν. Πολλὰ μὲν ἐμπλέξας Ἀνύτης κρίνα, πολλὰ δὲ Μοιροῦς λείρια, καὶ Σαπφοῦς βαιὰ μέν, ἀλλὰ ῥόδα· νάρκισσόν τε χορῶν Μελανιππίδου ἔγκυον ὕμνων, καὶ νέον οἰνάνθης κλῆμα Σιμωνίδεω· σύν δ’ἀναμίξ πλέξας μυρόπνουν εὐάνθεμον ἶριν Νοσσίδος, ἧς δέλτοις κηρὸν ἔτηξεν Ἔρως · τῇδ’ ἄμα καὶ σάμψυχον ἀφ’ ἡδύπνοιο Ῥιανοῦ καὶ γλυκὺν Ἠρίννης παρθενόχρωτα κρόκον Ἀλκαίου τε λάληθρον ἐν ὑμνοπόλοις ὑάκινθον… KORINNA [I] καλά γεροῖ' ἀεισομένα Ταναγρίδεσσι λευκοπέπλοις · μέγα δ' ἐμὰ γέγαθε πόλις λιγυροκωτίλαις ἐνόπαις. [II] τὺ δέ, μάκαρ Κρονίδα, τὺ Ποτειδάωνος, ἅναξ Βοιωτέ [III] νίκασ’ ὁ μεγαλοσθένης Ὠαρίων, χώραν τ’ ἀφ' ἑῶς πᾶσαν ὠνύμηνεν. [III] οὐ γὰρ τὶν ὁ φθονερὸς δαίμων [IV] ἰώνει (δ’) ἡρώων ἀρετὰς χἠρωάδων [V] περὶ τεῶς Ἑρμᾶς ποτ’ Ἄρευα πυκτεύι. [VI] δώρατος ὥστ’ εφ’ ἵππῳ [VII] κά[ρ]τα μὲν βριμώμενοι [VIII] πόλιν δ' ἔπραθ' μὲν προφανείς. [IX] γλυκὺ δέ τις ἀείδων [X] πελέκεσσι δονεῖται. [XI] παῖδα Ϝὸν θέλωσα φίλαις ἀγκάλαις ἑλέσθαι [XII] μέμφομαι δὲ καὶ λιγυρὰν Μυρτίδ' ἱώνγα, ὅτι βανὰ φῦσ’ ἔβα Πινδάροιο ποτ’ ἔριν. [XIII] ἢ διανεκῶς εὕδεις; οὐ μὰν πάρο ἦσθα, Κόριννα,… [XIV] Θέσπια καλλιγένεθλε, φιλόξενε, μωσοφίλητε TÉLÉSILLA Ἁ δ' Ἄρτεμις, ὦ κόραι, φεύγοισα τὸν Ἀλφεόν. ÉRANNA Οἴαν τὰν ὑάκινθον ἐν οὔρεσι ποίμενες ἄνδρες πόσσι καταστείβοισι, χάμαι δ’ἐπιπορφύρει ἄνθος. ΑΛΑΚΑΤΑ. [I] Πομπίλε, ναύταισιν πέμπων πλόον εὔπλοον ἰχθύ, πομπεύσαις πρύμναθεν ἐμὰν ἁδεῖαν ἑταίραν. [II] παυρολόγοι πολιαί, ταὶ γήραος ἄνθεα θνατοῖς [III] τουτόθεν εἰς Ἀίδαν κενεὰ διανήχεται ἀχώ· σιγὰ δ' ἐν νεκύεσσι, τὸ δὲ σκότος ὄσσε κατ[αγρεῖ]. ΕΠΙΓΡΑΜΜΑΤΑ. [14] Ἀκρίδι, τᾷ κατ' ἄρουραν ἀηδόνι, καὶ δρυοκοίτᾳ τέττιγι ξυνὸν τύμβον ἔτευξε Μυρὼ παρθένιον στάξασα κόρα δάκρυ· δισσὰ γὰρ αὐτᾶς παίγνι ' ὁ δυσπειθὴς ᾥχετ' ἔχων Ἀίδας. [2] Ἐξ ἀταλᾶν χειρῶν τάδε γράμματα. λῷστε Προμαθεῦ, ἐντὶ καὶ ἄνθρωποι τὶν ὁμαλοὶ σοφίαν· ταύταν γοῦν ἐτύμως τὰν παρθὲνον ὅστις ἔγραψεν, αἰ καὐδὰν ποτέθηκ’, ἦς κ’ Ἀγαθαρχὶς ὅλα. [1] Ὁ γλυκὺς Ἐρίνης οὖτος πόνος, οὐχὶ πολὺς μέν, ὡς ἂν παρθενικᾶς ἐννεακαιδεκέτευς, ἀλλ' ἑτέρων πολλῶν δυνατώτερος· εἰ δ' Ἀΐδας μοι μὴ ταχὺς ἦλθε, τὶς ἂν ταλίκον ἔσχ' ὄνομα ; [2] Ἀρτι λοχευομένην σε μελισσοτόκων ἔαρ ὕμνων, ἄρτι δὲ κυκνείῳ φθεγγομένην στόματι, ἤλασεν εἰς Ἀχέροντα διὰ πλατὺ κῦμα καμόντων Μοῖρα, λινοκώστου δεσπότις ἠλακάτας’ σὸς δ' ἐπέων, Ἤριννα, καλὸς πόνος οὔ σε γεγωνεῖ φθίσθαι, ἔχειν δὲ χοροὺς ἄμμιγα Πιερίσιν. [3] Παρθενικὴν νεαοιδὸν ἐν ὑμνοπόλοισι μέλισσαν Ἔρινναν, Μουσῶ ἄνθεα δρεπτομέναν Ἅιδας εἰς ὑμέναιον ἀνάρπασεν· ἡ ῥα τόδ’ ἔμφρων εἶπ’ ἐτύμως ἁ παῖς · βάσκανος ἐσσ’ Ἀΐδα. [4] Παυροεπὴς Ἥριννα, καὶ οὐ πολύμυθος ἀοι ἀλλ’ ἕλαχεν Μούσας τοῦτο τὸ βαιὸν ἔπος. τοιγάρτοι μνήμης οὐκ ἤυβροτεν, οὐδὲ μελαίνης νυκτὸς ὑπὸ σκιερῇ κωλύεται πτέρυγι · αἱ δ’ ἀναρίθμητοι νεαρῶν σωρηδὸν ἀοιδῶν μυριάδες λήθῃ, ξεῖνε, μαραινόμεθα. λωίτερος κύκνου μικρὸς θρόος ἠὲ κολοιῶν κρωγμὸς εἰαριναῖς κιδνάμενος νεφέλαις. [5] Λέσβιον Ἠρίννης τόδε κηρίον· εἰ δέ τι μικρὸν ἀλλ’ ὅλον ἐκ Μουσέων κιρνάμενον μέλιτι. οἱ δὲ τριηκόσιοι ταύτησς στίχοι ἶσοι Ὁμήρῳ τῆς καὶ παρθενικῆς ἐννεακαιδεκέτε · ἢ καὶ ἐπ' ἠλακάτῃ μητρὸς φόβῳ, ἢ καὶ ἐφ' ἱστῷ ἑστήκει Μουσέων λάθρη ἐφαπτομένη. Σαπφὼ δ' Ἠρίννης ὅσσον μελέεσιν ἀμείνων, Ἥριννα Σαπφοῦς τόσσον ἐν ἑξαμέτροις. Παρθενικὴ δ' Ἤριννα λιγύθροος ἕζετο κούρη οὐ μίτον ἀμφαφόωσα πολύπλοκον, ἀλλ’ ἐνὶ σιγῇ Πιερικῆς ῥαθάμιγγας ἀποσταλάουσα μελίσσης. (Ἕκφρασις τῶν ἀγαλμάτων τῶν εἰς τὸ δημόσιον γυμνάσιον τοῦ ἐπικαλουμένου Ζευξίππου.) ᾨδὴ εἰς Ῥώμην. χαῖρέ μοι Ῥώμα θυγάτηρ Ἄρηος χρυσεομίτρα, δαΐφρων ἄνασσα, σεμνὸν ἂ ναίεις ἐπὶ γᾶς ὄλυμπον, ἀιὲν ἄθραυστον. σοὶ μόνᾳ πρεσβίστα δέδωκε Μοῖρα κῦδος ἀῤῥήκτω βασιλῇον ἀρχᾶς, ὄφρα κοιρανῇον ἔχοισα κάρτος ἀγεμονεύης. σᾶ δ' ὑπὸ σδεύγλᾳ κρατερῶν λεπάδνων, στέρνα γαίας καὶ πολιᾶς θαλάσσας σφίγγεται ·σὺ δ' ἀσφαλέως κυβερνᾷς ἄστεα λαῶν. πάντα δὲ σφάλλων ὁ μέγιστος αἰὼν καὶ μεταπλάσσων βίον ἄλλοτ’ ἄλλως, σοὶ μόνᾳ πλησίστιον οὐρον ἀρχας οὐ μεταβάλλῃ. ἢ γὰρ ἐκ πάντων σὺ μόνα κρατίστους ἄνδρας αἰχματὰς μεγάλως λοχεύεις, εὔσταχυν Δάματρος ὅπως συνοίσῃς καρπὸν ἀπ’ ἀνδρῶν. [I] Στᾶλαι καὶ Σειρῆνες ἐμαὶ καὶ πένθιμε ὅστις ἔχεις [ἔνδοι] τὰν ὀλίγαν σποδιάν, τοῖς ἐμὸν ἐρχονμένοισι παρ’ ἠρίον εἴπατε χαίρειν, αἴτ’ ἀστοι τελέθωντ’, αἴθ’ ἑτέρ[ων] πόλιος · χὤτι με νύμφαν εὖσαν ἔχει τάφος, εἴπατε καὶ τό · χὤτι πατήρ μ’ ἐκάλει Βαυκίδα, χὤτι γένος Τηνία, ὡς εἰδῶντι · καὶ ὁττι μοι ἁ συνεταιρὶς Ἤρινν’ ἐν τύμβῳ γράμμ’ ἐχάραξε τόδε. [II] Νύμφας Βαυκίδος εἱμί · πολυκλαύταν δὲ παρέρπων στάλαν, τῷ κατὰ γᾶς τοῦτο λέγοις Ἀἰδᾳ · βάσκανος ἔσσ', Ἀίδα · τὰ δέ τοι καλὰ σάμαθ' ὁρῶντι ὠμοτάταν Βαυκοῦς ἀγγελέοντι τύχαν, ὡς τὰν παῖδ', Ὑμέναιος [ὑφ'] αἶς ἀείδετο πεύκαις, [ταῖσδ'] ἐπὶ καδεστὰς ἔφλεγε πυρκαῖ[άν] · καὶ σὺ μέν, ὧ Ὑμέναιε, γάμων μολπαῖον ἀοιδὰν ἐς θρηνῶν γοερὸν φθέγμα μεθαρμόσαο. NOSSIS [I] εἰς ἔρωτα. ἅδιον οὐδὲν ἔρωτος, ἁ δ’ ὄλβια, δεύτερα πάντα ἐστιν · ἀπὸ στόματος δ’ ἔπτυσα καὶ τὸ μέλι. τοῦτο λέγει Νοσσίς · τίνα δ’ἁ Κύπρις οὐκ ἐφίλασεν οὐκ οἶδεν κήναστ’ ἄνθεα ποῖα ῥόδα. [I] εἰς Λοκρέας. ἔντεα Βρέττιοι ἄνδρες ἀπ' αἰνομόρων βάλον ὥμων θεινόμενοι Λοκρῶν χερσὶν ὑπ' ὠκυμάχων. ὧν ἀρετὰν ὑμνεῦντα θεῶν ὑπ' ἀνακτόρα κεῖνται οὐδὲ ποθεῦντι κακῶν πάχεας, οὒς ἔλιπον. [2] εἰς Ἥραν. Ἥρα τιμήεσσα, Λακίνιον ἂ τὸ θυῶδες πολλάκις οὐρανόθεν νεισομένα καθορῇς, δέξαι βύσσινον εἶμα, τό τοι μετὰ παιδὸς ἀγαυᾶς Νοσσίδος ὕφανεν Θεύφιλις ἁ Κλαόκας. [3] εἰς Ῥίνθωνα. Καὶ καπυρὸν γελάσας παραμείβεο, καὶ φίλον εἰπὼν ῥῆμ' ἐπ' ἐμοί. Ῥίνθων εἶμ'ὁ Συρακόσιος Μουσάων ὀλίγη τις ἀηδονίς · ἀλλὰ φλυακων ἐκ τραγικῶν ἴδιον κισσὸν ἐδρεψάμεθα. [4] εἰς εἰκόνα Σαβαιθίδος Γνωτὰ καὶ τηνῶδε. Σαβαιθίδος, εἴδετε μὲν γὰρ, ἁδ’εἰκὼν, μορφᾷ καὶ μεγαλοφροσύνᾳ. θάεο τὰν πινυτάν, τό τε μείλιχον αὐτόθι τήνας ἔλπομ' ὁρᾶν · χαίροις πολλά, μάκαιρα γύναι. [5] εἰς ἄγαλμα Μελίννης. Ἀυτομέλιννα τέτυκται · ἵδ' ὡς ἀγανὸν τὸ πρόσω ἀμὲ ποτοπτάζειν μειλιχίως δοκέει. ὡς ἐτύμως θυγάτηρ τᾷ ματέρι πάντα προσῴκει · ἧ καλὸν ὅκκα πέλοι τέκνα γονεῦσιν ἴσα. [6] Πρὸς Ἄρτεμιν. Ἄρτεμι Δᾶλον ἔχουσα καὶ Ὀρτυγίαν ἐρόεσσαν τόξα μὲν εἰς κόλπους ἁγν' ἀπόθου Χαρίτων, λοῦσαι δ' Ἰνωπῷ καθαρὸν χρόα, βᾶθι δ' ἐς οἴκους λύσουσ' ὠδίνων Ἀλκέτιν ἐκ χαλεπῶν. [7] Εἰς χρυσοῦν ἄγαλμα Ἀφροδίτης ὅπερ ἀνέθηκε Πολύαρχις. Ἐλθοῖσαι ποτὶ ναὸν ἰδοίμεθα τᾶς Ἀφροδίτασ τὸ βρέτας, ὡς χρυσῷ δαιδαλόεν τελέθει εἰσατό μιν Πολυαρχίς, ἐπευρομένα μάλα πολλὰν κτῆσιν ἀπ' οἰκείου σώματος ἀγλαΐας. [8] Εἰς εἰκόνα γυναικός. Θυμαρέτας μορφὰν ὁ πίναξ ἔχει · εὖγε τὸ γαῦρον τεῦξε, τό θ' ὡραῖον τᾶς ἀγανοβλεφάρου. σαίνοι κέν σ' ἐσιδοῖσα καὶ οἰκοφύλαξ σκυλάκαινα, δέσποιναν μελάθρων οἰομένα ποθορῆν. [9] Εἰς εἰκόνα Ἀφροδίτης. Τὸν πίνακα ξανθᾶς Καλλὼ δόμον εἰς Ἀφροδιτας, εἰκόνα γραψαμένα πάντ' ἀνέθηκεν ἴσαν. ὡς ἀγανῶς ἔστακαν · ἴδ' ἁ χάρις ἁλίκον ἀνθει. καιρέτω · οὐ τινα γὰρ μέμψιν ἔχει βιοτᾶς. [10] Εἰς κεκρύφαλον Σαμύθας. Χαίροισάν τοι ἔοικε κομᾶν ἀπὸ τᾶν Ἀφροδίταν ἄνθεμα κεκρύφαλον τόνδε λαβεῖν Σαμύθας δαιδάλεος τε γάρ ἐστι, καὶ ἁδύ τι νέκταρος ὅζει, τοῦ, τῷ καὶ τήνα καλὸν Ἄδωνα χρίει. [11] Εἰς Σαπφώ. Ὦ ξεῖν', εἰ τύ γε πλεῖς ποτὶ καλλίχορον Μιτυλάναν τᾶν Σαπφοῦς χαρίτων ἄνθος ἐναυσόμενος, εἰπεῖν ὡς Μούσαισι φίλα, τήνᾳ τε Λόκρισσα τίκτεν ἴσας δ’ὅτι μι τοὔνομα Νοσσίς. ἴθι. PRAXILLA ΔΙΘΥΡΑΜΒΟΙ [I] Ἀλλὰ τεὸν οὔποτε θυμὸν ἐνὶ στήθεσσιν ἔπειθον. [2] Κάλλιστον μὲν ἐγὼ λείπω φάος ἠελίοιο, δεύτερον ἄστρα φαεινὰ σεληναίης τε πρόσωπον ἠδὲ καὶ ὡραίους σικύους καὶ μῆλα καὶ ὅγχνας. ΠΑΡΟΙΚΙΑ. Ἀδμήτου λόγον, ὦ ’ταῖρε μαθὼν τοὺς ἀγαθοὺς φίλει· τῶν δειλῶν δ’ ἀπέχου, γνοὺς ὅτι δειλῶν ὀλίγα χάρις. Ὑπὸ παντὶ λίθῳ σκορπίον, ὦ ’ταῖρε, φυλάσσεο. ΕΡΩΤΙΚΑ. Ὧ διὰ τῶν θυρίδων καλὸν ἐμβλέποισα, παρθένε τὰν κεφαλάν, τὰ ἔνερθε νύμφα. ANYTÉ DE TÉGÉE [I] Εἰς Λέβητα. Βουχανδὴς ὁ λέβης · ὁ δὲ θεὶς Ἐριάσπιδα ὑιὸς Κλεύβοτος · ἁ πάτρα δ’εὐρύχορος Τέγεα · τ’Ἀθάνᾳ δὲ τὸ δῶρον · Ἀριστοτέλης δ’ἐποίησεν Κλειτόριος, γενέτᾳ ταὐτὸ λαχὼν ὄνομα. [II] Εἰς ἀνάθημα τοῦ Ἐχεκρατίδου. ἕσταθι τῇδε, κρανεία βροτοκτόνε, μηδ’ἔτι λυγρὸν χάλκεον ἀμφ’ὄνυχα στάζε φόνον δαΐων · ἀλλ’ἀνὰ μαρμάρεον δόμον ἡμένα αἰπὺν Ἀθανᾶς, ἄγγελλ’ἀνορέαν Κρητὸς Ἐχεκρατίδα. [III] Ἥβᾳ μέν συ, Πρόαρχε, πεσὼν παίδων τάγε ματρός στήθεα ἐν δνοφερῷ πένθει ἔθου φθίμενος ἀλλὰ καλόν τοι ὕπερθεν ἕπος τόδε πέτρος ἀείδει, ὡς ἔθανες πρὸ φίλας μαρνὰμενος πατρίδος. [IV] Οὐχὶ Θεμιστωκλέους Μάγνης τάφος, ἀλλὰ κέχωσμαι Ἑλλήνων φθονερῆς σήμα κακοτροπίης. [V] Εἰς τάφον Μενεδαΐου. μνᾶμα τόδε φθιμένου Μενεδαΐου εἴσατο Δᾶμις, ἵππῳ ἐπεὶ στέρνον τοῦδε δαφοινὸς Ἄρης τύψε · μέλαν δέ οἱ αἷμα ταλαυρίνου διὰ χρωτὸς · ζέσσ’, ἐπὶ δ' ἀργαλέαν βῶλον ἔδευσε φόνῳ. [VI] Εἰς Ἀμύντορα. Αὐδιον οὖδας ἔχει τόδ' Ἀμύντορα παῖδα Φιλίππου πολλὰ σιδηρείης χερσὶ θιγόντα μάχης. οὐδὲ μιν ἀλγινόεσσα νόσος δόμον ἤγαγε νοκτὸς, ἀλλ' ὄλετ' ἀμφ' ἑτάρων σχών κυκλόεσσαν ἵτυν [VII] Μάνης οὗτος ἀνὴρ ἧν ζῶν ποτέ. νῦν δὲ τεθνηκὼς ἶσον Δαρείῳ τῷ μεγάλῳ δύναται. Ὥλευ δήποτε, Μαῖρα, πολύῤῥιζον παρὰ θάμνον, Λόκρι, φιλοφθόγγων ὠκυτάτη σκυλάκων, τοῖον ἐλαφρίζοντι τεῷ ἐγκάτθετο κώλῳ ἱὸν ἀμείλικτον ποικιλόδειρος ἔχις. ANYTA DE MYTILÈNE [I] Φριξοκόμᾳ τόδε Πανὶ καὶ αὐλιάσιν θέτο Νυμφαις δῶρον ὑπὸ σκοπιᾶς Θεύδοτος οἰονόμος · οὕνεχ’ ὑπ’ ἀζαλέου θέρεος μέγα κεκμηῶτα παῦσαν, ὀρέξασαι χερσὶ μελιχρρὸν ὕδωρ. [II] Ἑρμᾶς τᾷδ' ἔστακα παρ’ ὄρχατον ἠνεμόεντα ἐν τριόδοις πολιᾶς ἐγγύθεν αΐονος, ἀνδράσι κεκμηῶσιν ἔχων ἄμπαυσιν ὁδοῖο · ψυχρὸν δ’ἀχραὴς κράνα ὕδωρ προχέει. [III] εἰς ἄγαλμα Πανός. Ξεῖν', ὑπὸ τᾶν πέτραν τετρυμμένα γυϊ ' ἀνάπαυσον. ἁδύ τοι ἐν χλωροῖς πνεῦμα θροεῖ πετάλοις · πίδακα τ' ἐκ παγᾶς ψυχρὸν πίε · δὴ γὰρ ὁδίταις ἄμπαυμ' ἐν θερμῷ καύματι τοῦτο φίλον. [IV] Εἰς δελφῖνα. Οὐκ ἔτι δὴ πλωτοῖσιν ἀγαλλόμενος πελάγεσσιν αὐχεν’ ἀναῤῥίψω βυσσόθεν ὀρνύμενος, οὐδὲ περὶ σκάμοισι νεὼς περικαλλέα χείλη ποιφύξω, τ’ἀμᾷ τερπόμενος προτομᾷ · ἀλλά με πορφυρέα πόντου νοτὶς ὧσ' ἐπὶ χέρσον, κεῖμαι δὲ ῥαδινὰν τάνδε παρ’ ἠϊόνα. [V] εἰς τράγον. Ἡνία δή τοι παῖδες ἐνὶ, τράγε, φοινικόεντα θέντες καὶ λασίῳ φιμὰ περὶ στόματι, ἵππια παιδεύουσι θεοῦ περὶ ναὸν ἄελθα, ὄφρ’ αὐτοὺς φορέῃς νήπια τερπομένους. [VI] α. τίπτε κατ’ οἰόβατον, Πὰν ἀγρότα, δάσκιον ὕλαν ἥμενος, ἁδυβόᾳ τῷδε κρέκεις δόνακι; β. ὄφρα μοι ἑρσήεντα κατ’ οὔρεα ταῦτα νέμοιντο πόρτιες ἠϋκόμων δρεπτόμεναι σταχύων. [VII] Κύπριδος οὖτος ὁ χῶρος, ἐπεὶ φίλον ἔπλετο τήνᾳ αἰὲν ἀπ' ἠπείρου λαμπρὸν ὁρῆν πέλαγος, ὄφρα φίλον ναύτῃσι τελῇ πλόον · ἀμφὶ δὲ πόντος δειμαίνει, λιπαρὸν δερκόμενος ξοάσον. [VIII] Εἰς Ἀντιβίην. Παρθένον Ἀντιβίην κατοδύρομαι, ἧς ἔτι πολλοὶ νυμφίοι ἱέμενοι πατρὸς ἵκοντο δόμον. κάλλεως καὶ πινυτῆτος ἀγακλέος · ἀλλ' ἐπὶ πάντων ἐλπίδας οὐλομένη μοῖρ’ ἐκύλισσε πρόσω. [IX] Εἰς Φιλαινίδα. Πολλάκι τῷδ' ὀλοφυδνὰ κόρας ἐπὶ σάματι Κλείνα μάτηρ ὠκύμορον παῖδ’ ἐβόασε, φίλαν ψυχὰν ἀγκαλέουσα Φιλαινίδος, ἂ πρὸ γάμοιο χλωρὸν ὑπὲρ ποταμοῦ χεῦμ’ Ἀχέροντος ἔβα. [X] Λοίσθια δὴ ταδε πατρὶ φίλῳ περὶ χεῖρε βαλοῦσα εἶπ Ἐρατὼ, χλωροῖς δάκρυσι λειβόμενα · ὦ πάτερ, οὔτοι ἔτ’ εἰμὶ, μέλας δ’ἐμὸν ὅμμα καλύπτει ἥδη ἀποφθιμένης κυάνεον θάνατος. [XI] εἰς τὰς γ′ παρθένους Μιλησίας τὰς ὑπὸ Γαλατῶν βιασθείσας. Οἰχόμεθ’, ῶ Μίλητε, φίλη πατρὶ, τᾶν ἀθεμίστων τᾶν ἀνόμαν Γαλατᾶν ὕβριν ἀναινόμεναι. παρθενικαὶ τρισσαὶ πολιάτιδες, ὧν ὁ βίαιος Κελτῶν εἰς ταύτην μοῖραν ἔτρεψεν Ἄρης. [XII] εἰς ἀλέκτορα. Οὐκ ἔτι ὡς τὸ πάρος πυκιναῖς πτερύγεσσιν ἐρέσσων ὄρσεις, ἐξ εὐνῆς ὄρθριος ἐγρόμενος. ἦ γὰρ σ'ὑπνώοντα σίνης λαθρηδὸν ἐπελθὼν ἐκτεινεν λαιμῷ ῥίμφα καθεὶς ὄνυχα. [XIII] εἰς τράγον χαλκοῦν. Θάεο τὸν Βρομίου κεραὸν τράγον, ὡς ἀγερώχως ὄμμα κατὰ λασιᾶν γαῦρον ἔχει γενύων. κυδιόοντ' ὅτι οὖ θάμ' ἐν οὖρεσιν ἀμφί περ εἶδε, βόστρυχον εἰς ῥοδέαν Ναῒς ἔδεκτο χέρα. MOÏRÔ Ἀναθήματα τῇ Ἀφροδίτῃ. Κεῖσαι δῆ χρυσέαν ὑπὸ παστάδα τὰν Ἀφροδίτας. βότρυ, Διωνύσον πληθομενος σταγόνι · οὐδ’ ἔτι τοι μάτηρ ἔρατὸν περὶ κλήμα βαλοῦσα φύσει ὑπὲρ κρατὸς νεκτάρεον πέταλον. εἰς νύμφας Ἀνιγριάδας. Νύμφαι Ἀνιγριάδες, ποταμοῦ κόραι, αἲ τάδε βένθη ἀμβρόσιαι ῥοδέοις στείβετε ποσσὶν ἀεί, χαιρέτε καὶ σώζοιτε Κλεώνυμον, ὂς τάδε καλὰ εἴσαθ’ ὑπαὶ πιτύων ὔμμι, θεαὶ, ξόανα. KLÉOBULINA [I] Ἄνδρ’ εἶδον κλεπτοντα καὶ ἐξαπατῶντο βιαίως · καὶ τὸ βίᾳ ῥέξαι τοῦτο δικαιότατον. [II] Ἄνδρ’ εἶδον πυρὶ χαλκόν ἔπ’ ἀνέρι κολλήσαντα · οὕτω συγκόλλως ὥστε σύναιμα ποιεῖν. κνήμῃ νεκρὸς ὄνος με κερασφόρῳ οὖας ἔκρουσεν. [III] Εἶς ὁ πατήρ, παῖδες δὲ δυώδεκα · τῶν δὲ ἑκάστῳ παῖδες δὶς τριήκοντα διάνδιχα εἶδος ἔχουσαι · αἱ μὲν λευκαὶ ἔασιν ἰδεῖν, αἱ δ’ αὖτε μέλαιναι · ἀθάνατοι δὲ τ’ ἐοῦσαι ἀποφθινύθουσιν ἅπασαι.