Theodorus the Atheist: Testimonia author: Philo of Alexandria author: Marcus Tullius Cicero author: Sextus Empiricus translator: C. D. Yonge editor: Leopold Cohn editor: Siegfried Reiter editor: Max Pohlenz editor: Hermann Mutschmann Greek / Latin Philo of Alexandria, and Marcus Tullius Cicero, Sextus Empiricus. Theodorus the Atheist: Testimonia. Translated by C. D. Yonge. 1st century BCE – c. 200 CE. The Trove. https://adagraves.com/trove/theodorus-the-atheist-testimonia/. Philo: Greek ed. Cohn and Reiter, Philonis Alexandrini opera vol. VI (Berlin: Reimer, 1915); translation C. D. Yonge (London: Bohn, 1855). Cicero: Latin ed. Pohlenz (Teubner, 1918); translation Yonge (Harper, 1877). Sextus: Greek ed. Mutschmann (Teubner, 1912–14). All published before 1930. TESTIMONIA [Philo, Prob. 127] Θεόδωρον λόγος ἔχει τὸν ἐπικληθέντα ἄθεον ἐκπεσόντα τῶν Ἀθηνῶν καὶ πρὸς Λυσίμαχον ἐλθόντα, ἐπειδή τις τῶν ἐν τέλει τὸν δρασμὸν ὠνείδισεν, ἅμα καὶ τὰς αἰτίας ἐπιλέγων, ὅτι ἐπὶ ἀθεότητι καὶ διαφθορᾷ τῶν νέων καταγνωσθεὶς ἐξέπεσεν, "[οὐκ] ἐξέπεσον“ φάναι, „τὸ δ’ αὐτὸ ἔπαθον τῷ Διὸς Ἡρακλεῖ. [Philo, Prob. 128] καὶ γὰρ ἐκεῖνος ἐξετέθη πρὸς τῶν Ἀργοναυτῶν, οὐκ ἀδικῶν, ἀλλ’ ὅτι μόνος πλήρωμα καὶ ἕρμα καθ’ αὑτὸν ὢν ἐναυβάρει, δέος παρασχὼν τοῖς συμπλέουσι, μὴ τὸ σκάφος ὑπέραντλον γένηται. κἀγὼ διὰ τοῦτο μετανέστην, ὕψει καὶ μεγέθει τῆς ἐμῆς διανοίας τῶν πολιτευομένων Ἀθήνησιν οὐ δυνηθέντων συνδραμεῖν, ἅμα καὶ φθονηθείς.“ [Philo, Prob. 129] προσανερομένου δὲ Λυσιμάχου· „μὴ καὶ ἐκ τῆς πατρίδος ἐξέπεσες φθόνῳ;“ πάλιν ἀποκρίνασθαι· „φθόνῳ μὲν οὔ, φύσεως δὲ ὑπερβολαῖς, ἃς ἡ πατρὶς οὐκ ἐχώρει. [Philo, Prob. 130] καθάπερ γὰρ Σεμέλης, ἡνίκα Διόνυσον ἐκύει, τὸν ὡρισμένον ἄχρι τῆς ἀποτέξεως χρόνον ἐνεγκεῖν οὐ δυνηθείσης, καταπλαγεὶς Ζεὺς τὴν τοῦ κατὰ γαστρὸς φύσιν ἠλιτόμηνον ἐξελκύσας ἰσότιμον τοῖς οὐρανίοις ἀπέφηνε θεοῖς, οὕτω κἀμέ, τῆς πατρίδος βραχυτέρας οὔσης ἢ ὥστε δέξασθαι φιλοσόφου φρονήματος ὄγκον τοσοῦτον, δαίμων τις ἢ θεὸς ἀναστήσας εἰς εὐτυχέστερον τόπον Ἀθήνας ἀποικίσαι διενοήθη.“ [Cic. Tusc. I 102] Quid? Cyrenaeum Theodorum, philosophum non ignobilem, nonne miramur? cui cum Lysimachus rex crucem minaretur, istis, quaeso inquit ista horribilia minitare purpuratis tuis: Theodori quidem nihil interest, humine an sublime putescat. [Sext. M IX 50] Τῶν οὖν περὶ ὑπάρξεως θεοῦ σκεψαμένων οἱ μὲν εἶναί φασι θεόν, οἱ δὲ μὴ εἶναι, οἱ δὲ μὴ μᾶλλον εἶναι ἢ μὴ εἶναι. καὶ εἶναι μὲν οἱ πλείους τῶν δογματικῶν καὶ ἡ κοινὴ τοῦ βίου πρόληψις, [Sext. M IX 51] μὴ εἶναι δὲ οἱ ἐπικληθέντες ἄθεοι, καθάπερ Εὐήμερος (Callimach. fr. 86 Schn.), γέρων ἀλαζών, ἄδικα βιβλία ψήχων, καὶ Διαγόρας ὁ Μήλιος καὶ Πρόδικος ὁ Κεῖος καὶ Θεόδωρος καὶ ἄλλοι παμπληθεῖς· ὧν Εὐήμερος μὲν ἔλεγε τοὺς νομιζομένους θεοὺς δυνατούς τινας γεγονέναι ἀνθρώπους καὶ διὰ τοῦτο ὑπὸ τῶν ἄλλων θεροποιηθέντας δόξαι θεούς, [Sext. M IX 52] Πρόδικος (B 5 Diels) δὲ τὸ ὠφελοῦν τὸν βίον ὑπειλῆφθαι θεόν, ὡς ἥλιον καὶ σελήνην καὶ ποταμοὺς καὶ λίμνας καὶ λειμῶνας καὶ καρποὺς καὶ πᾶν τὸ τοιουτῶδες. [Sext. M IX 53] Διαγόρας δὲ ὁ Μήλιος, διθυραμβοποιός, ὥς φασι, τὸ πρῶτον γενόμενος ὡς εἴ τις καὶ ἄλλος δεισιδαίμων· ὅς γε κατήρξατο τὸν τρόπον τοῦτον· ‘‘κατὰ δαίμονα καὶ τύχην πάντα τελεῖται”· ἀδικηθεὶς δὲ ὑπό τινος ἐπιορκήσαντος καὶ μηδὲν ἕνεκα τούτου παθόντος μεθηρμόσατο εἰς τὸ λέγειν μὴ εἶναι θεόν. [Sext. M IX 54] καὶ Κριτίας (B25 Diels) δὲ εἶς τῶν ἐν Ἀθήναις τυραννησάντων δοκεῖ ἐκ τοῦ τάγματος τῶν ἀθέων ὑπάρχειν φάμενος, ὅτι οἱ παλαιοὶ νομοθέται ἐπίσκοπόν τινα τῶν ἀνθρωπίνων κατορθωμάτων καὶ ἁμαρτημάτων ἔπλασαν τὸν θεὸν ὑπὲρ τοῦ μηδένα λάθρᾳ τὸν πλησίον ἀδικεῖν, εὐλαβούμενον τὴν ὑπὸ τῶν θεῶν τιμωρίαν. ἔχει δὲ παρ’ αὐτῷ τὸ ῥητὸν οὕτως· ἦν χρόνος, ὅτ’ ἦν ἄτακτος ἀνθρώπων βίος καὶ θηριώδης ἰσχύος θ’ ὑπηρέτης, ὅτ’ οὐδὲν ἆθλον οὔτε τοῖς ἐσθλοῖσιν ἦν οὔτ’ αὖ κόλασμα τοῖς κακοῖς ἐγίγνετο. κἄπειτά μοι δοκοῦσιν ἄνθρωποι νόμους θέσθαι κολαστάς, ἵνα δίκη τύραννος ᾖ ⟨. . . . ⟩ τήν θ᾿ ὕβριν δούλην ἔχῃ· ἐζημιοῦτο δ᾿ εἴ τις ἐξαμαρτάνοι. ἔπειτ᾿ ἐπειδὴ τἀμφανῆ μὲν οἱ νόμοι ἀπεῖργον αὐτοὺς ἔργα μὴ πράσσειν βίᾳ, λάθρᾳ δ᾿ ἔπρασσον, τηνικαῦτά μοι δοκεῖ ⟨πρῶτον⟩ πυκνός τις καὶ σοφὸς γνώμην ἀνήρ θεῶν δέος θνητοῖσιν ἐξευρεῖν, ὅπως εἴη τι δεῖμα τοῖς κακοῖσι, κἂν λάθρᾳ πράσσωσιν ἢ λέγωσιν ἢ φρονῶσί ⟨τι⟩. ἐντεῦθεν οὖν τὸ θεῖον εἰσηγήσατο, ὡς ἔστι δαίμων ἀφθίτῳ θάλλων βίῳ, νόῳ τ᾿ ἀκούων καὶ βλέπων, φρονῶν τε καί προσέχων τε ταῦτα, καὶ φύσιν θείαν φορῶν, ὃς πᾶν [μὲν] τὸ λεχθὲν ἐν βροτοῖς ἀκούσεται, ⟨τὸ⟩ δρώμενον δὲ πᾶν ἰδεῖν δυνήσεται. ἐὰν δὲ σὺν σιγῇ τι βουλεύῃς κακόν, τοῦτ’ οὐχὶ λήσει τοὺς θεούς· τὸ γὰρ φρονοῦν ⟨αὐτοῖς⟩ ἔνεστι. τούσδε τοὺς λόγους διδαγμάτων ἥδιστον εἰσηγήσατο, ψευδεῖ καλύψας τὴν ἀλήθειαν λόγῳ. ναίειν δ’ ἔφασκε τοὺς θεοὺς ἐνταῦθ’, ἵνα μάλιστ’ ἂν ἐξέπληξεν ἀνθρώπους ἄγων, ὅθεν περ ἔγνω τοὺς φόβους ὄντας βροτοῖς καὶ τὰς ὀνήσεις τῷ ταλαιπώρῳ βίῳ, ἐκ τῆς ὕπερθε περιφορᾶς, ἵν᾿ ἀστραπάς κατεῖδεν οὔσας, δεινὰ δὲ κτυπήματα βροντῆς, τό τ’ ἀστερωπὸν οὐρανοῦ δέμας, Χρόνου καλὸν ποίκιλμα, τέκτονος σοφοῦ, ὅθεν τε λαμπρὸς ἀστέρος στείχει μύδρος, ὅ θ’ ὑγρὸς εἰς γῆν ὄμβρος ἐκπορεύεται. τοίους δὲ περιέστησεν ἀνθρώποις φόβους, δι’ οὓς καλῶς τε τῷ λόγῳ κατῴκισεν τὸν δαίμον’ οὗτος κἀν πρέποντι χωρίῳ, τὴν ἀνομίαν τε τοῖς νόμοις κατέσβεσεν. καὶ ὀλίγα προσδιελθὼν ἐπιφέρει οὕτω δὲ πρῶτον οἴομαι πεῖσαί τινα θνητοὺς νομίζειν δαιμόνων εἶναι γένος. [Sext. M IX 55] Συμφέρεται δὲ τούτοις τοῖς ἀνδράσι καὶ Θεόδωρος ὁ ἄθεος καὶ κατά τινας Πρωταγόρας ὁ Ἀβδηρίτης, ὁ μὲν διὰ τοῦ περὶ θεῶν συντάγματος τὰ παρὰ τοῖς Ἕλλησι θεολογούμενα ποικίλως ἀνασκευάσας, [Sext. M IX 56] ὁ δὲ Πρωταγόρας (A 12 Diels) ῥητῶς που γράψας· “περὶ δὲ θεῶν οὔτε εἰ εἰσὶν οὔθ᾿ ὁποῖοί τινές εἰσι δύναμαι λέγειν· πολλὰ γάρ ἐστι τὰ κωλύοντά με”. παρ᾿ ἣν αἰτίαν θάνατον αὐτοῦ καταψηφισαμένων τῶν Ἀθηναίων διαφυγὼν καὶ κατὰ θάλατταν πταίσας ἀπέθανεν. [Sext. M IX 57] μέμνηται δὲ ταύτης τῆς ἱστορίας καὶ Τίμων ὁ Φλιάσιος (fr. 5 Diels) ἐν τῷ δευτέρῳ τῶν Σίλλων ταῦτα διεξερχόμενος, †ἔσητε† καὶ μετέπειτα σοφιστῶν οὔτ᾿ ἀλιγυγλώσσῳ οὔτ᾿ ἀσκόπῳ οὔτ᾿ ἀκυλίστῳ Πρωταγόρῃ· ἔθελον δὲ τέφρην συγγράμματα θεῖναι, ὅττι θεοὺς κατέγραψ᾿ οὔτ᾿ εἰδέναι οὔτε δύνασθαι ὁπποῖοί τινές εἰσι καὶ οἴ τινες ἀθρήσασθαι, πᾶσαν ἔχων φυλακὴν ἐπιεικείης. τὰ μὲν οὔ οἱ χραίσμησ᾿, ἀλλὰ φυγῆς ἐπεμαίετο, ὄφρα μὴ οὕτως Σωκρατικὸν πίνων ψυχρὸν πότον Ἀίδα δύῃ. [Sext. M IX 58] καὶ Ἐπίκουρος δὲ κατ᾿ ἐνίους ὡς μὲν πρὸς τοὺς πολλοὺς ἀπολείπει θεόν, ὡς δὲ πρὸς τὴν φύσιν τῶν πραγμάτων οὐδαμῶς. [Sext. PH III 218] οὕτω καὶ τὰ περὶ τῶν δικαίων καὶ ἀδίκων καὶ τοῦ κατὰ τὴν ἀνδρείαν καλοῦ πολλὴν ἀνωμαλίαν ἔχει. Καὶ τὰ περὶ εὐσεβείας δὲ καὶ θεῶν ⟨θεραπείας⟩ πεπλήρωται πολλῆς διαφωνίας. θεοὺς γὰρ οἱ μὲν πολλοί φασιν εἶναι, τινὲς δὲ οὐκ εἶναι, ὥσπερ οἱ περὶ Διαγόραν τὸν Μήλιον καὶ Θεόδωρον καὶ Κριτίαν τὸν Ἀθηναῖον. καὶ τῶν εἶναι θεοὺς ἀποφηναμένων οἱ μὲν τοὺς πατρίους νομίζουσι θεούς, οἱ δὲ τοὺς ἐν ταῖς δογματικαῖς αἱρέσεσιν ἀναπλασσομένους, ὡς Ἀριστοτέλης (cf.fr. 26 Rose) μὲν ἀσώματον εἶπεν εἶναι τὸν θεὸν καὶ πέρας τοῦ οὐρανοῦ, Στωικοὶ (Stoic. fr. I 159 et II 103 Arn.) δὲ πνεῦμα διῆκον καὶ διὰ τῶν εἰδεχθῶν, Ἐπίκουρος (p. 355, 7 Us.) δὲ ἀνθρωπόμορφον, Ξενοφάνης (cf. A33 Diels) δὲ σφαῖραν ἀπαθῆ.