Women Poets of the Greek Anthology author: Anyte of Tegea author: Nossis of Locri author: Erinna author: Moero of Byzantium author: Sappho translator: W. R. Paton Greek Anyte of Tegea, and Nossis of Locri, Erinna, Moero of Byzantium, Sappho. Women Poets of the Greek Anthology. Translated by W. R. Paton. 1916. The Trove. https://adagraves.com/trove/greek-anthology-women-poets/. Paton's Greek Anthology was published 1916–1918; Paton died 1921. English transcribed from Internet Archive scans (vol. I 1927 printing, vol. III 1925 printing; vol. II and V scans are of later unchanged reprints). Greek from the Perseus Digital Library (TEI markup CC BY-SA 4.0). ANYTE OF TEGEA [AP 6.123] ἕσταθι τεῖδε, κράνεια βροτοκτόνε, μηδʼ ἔτι λυγρὸν χάλκεον ἀμφʼ ὄνυχα στάζε φόνον δαΐων ἀλλʼ ἀνὰ μαρμάρεον δόμον ἡμένα αἰπὺν Ἀθάνας, ἄγγελλʼ ἀνορέαν Κρητὸς Ἐχεκρατίδα. [AP 6.153] Βουχανδὴς ὁ λέβης· ὁ δὲ θεὶς Ἐριασπίδα υἱὸς Κλεύβοτος· ἁ πάτρα δʼ εὐρύχορος Τεγέα· τάθάνᾳ δὲ τὸ δῶρον· Ἀριστοτέλης δʼ ἐπόησεν Κλειτόριος, γενέτᾳ ταὐτὸ λαχὼν ὄνομα. [AP 6.312] ἡνία δή τοι παῖδες ἐνί, τράγε, φοινικόεντα θέντες καὶ λασίῳ φιμὰ περὶ στόματι, ἵππια παιδεύουσι θεοῦ περὶ ναὸν ἄεθλα, ὄφρʼ αὐτοὺς ἐφορῇ νήπια τερπομένους. [AP 7.190] Ἀκρίδι τᾷ κατʼ ἄρουραν ἀηδόνι, καὶ δρυοκοίτᾳ τέττιγι ξυνὸν τύμβον ἔτευξε Μυρώ, παρθένιον στάξασα κόρα δάκρυ· δισσὰ γὰρ αὐτᾶς παίγνιʼ ὁ δυσπειθὴς ᾤχετʼ ἔχων Ἀίδας. [AP 7.202] οὐκέτι μʼ ὡς τὸ πάρος πυκιναῖς πτερύγεσσιν ἐρέσσων ὄρσεις ἐξ εὐνῆς ὄρθριος ἐγρόμενος· ἦ γάρ σ’ ὑπνώοντα σίνις λαθρηδὸν ἐπελθὼν ἔκτεινεν λαιμῷ ῥίμφα καθεὶς ὄνυχα. [AP 7.208] μνᾶμα τόδε φθιμένου μενεδαΐου εἵσατο Δᾶμις ἵππου, ἐπεὶ στέρνον τοῦδε δαφοινὸς Ἄρης τύψε· μέλαν δέ οἱ αἷμα ταλαυρίνου διὰ χρωτὸς ζέσσ’, ἐπὶ δʼ ἀργαλέᾳ βῶλον ἔδευσε φονᾷ. [AP 7.215] οὐκέτι δὴ πλωτοῖσιν ἀγαλλόμενος πελάγεσσιν αὐχένʼ ἀναρρίψω βυσσόθεν ὀρνύμενος, οὐδὲ περὶ † σκαλάμοισι νεὼς περικαλλέα χείλη ποιφύσσω, τἀμᾷ τερπόμενος προτομᾷ· ἀλλά με πορφυρέα πόντου νοτὶς ὦσ’ ἐπὶ χέρσον, κεῖμαι δὲ † ῥαδινὰν τάνδε παρʼ ἠιόνα. [AP 7.486] πολλάκι τῷδʼ ὀλοφυδνὰ κόρας ἐπὶ σάματι Κλείνα μάτηρ ὠκύμορον παῖδʼ ἐβόασε φίλαν, ψυχὰν ἀγκαλέουσα Φιλαινίδος, ἃ πρὸ γάμοιο χλωρὸν ὑπὲρ ποταμοῦ χεῦμʼ Ἀχέροντος ἔβα. [AP 7.490] παρθένον Ἀντιβίαν κατοδύρομαι, ἇς ἐπὶ πολλοὶ νυμφίοι ἱέμενοι πατρὸς ἵκοντο δόμον, κάλλευς καὶ πινυτᾶτος ἀνὰ κλέος· ἀλλʼ ἐπὶ πάντων ἐλπίδας οὐλομένα Μοῖρʼ ἐκύλισε πρόσω. [AP 7.492] Ὠχόμεθʼ, ὦ Μίλητε, φίλη πατρί, τῶν ἀθεμίστων τὰν ἄνομον Γαλατᾶν κύπριν ἀναινόμεναι, παρθενικαὶ τρισσαὶ πολιήτιδες, ἃς ὁ βιατὰς Κελτῶν εἰς ταύτην μοῖραν ἔτρεψεν Ἄρης. οὐ γὰρ ἐμείναμεν ἅμμα τὸ δυσσεβὲς οὐδʼ Ὑμέναιον νυμφίον, ἀλλʼ Ἀίδην κηδεμόνʼ εὑρόμεθα. [AP 7.538] Μάνης οὗτος ἀνὴρ ἦν ζῶν ποτε· νῦν δὲ τεθνηκὼς ἶσον Δαρείῳ τῷ μεγάλῳ δύναται. [AP 7.646] λοίσθια δὴ τάδε πατρὶ φίλῳ περὶ χεῖρε βαλοῦσα εἶπʼ Ἐρατὼ, χλωροῖς δάκρυσι λειβομένα· “ ὦ πάτερ, οὔ τοι ἔτʼ εἰμί, μέλας δʼ ἐμὸν ὄμμα καλύπτει ἤδη ἀποφθιμένης κυάνεος θάνατοσ” [AP 7.649] ἀντί τοι εὐλεχέος θαλάμου σεμνῶν θʼ ὑμεναίων μάτηρ στῆσε τάφῳ τῷδʼ ἐπὶ μαρμαρίνῳ παρθενικάν, μέτρον τε τεὸν καὶ κάλλος ἔχοισαν, Θερσί· ποτιφθεγκτὰ δʼ ἔπλεο καὶ φθιμένα. [AP 7.724] ἦ ῥα μένος σε, Πρόαρχʼ, ὄλεσ’ ἐν δαΐ, δῶμά τε πατρὸς Φειδία ἐν δνοφερῷ πένθει ἔθου φθίμενος· ἀλλὰ καλόν τοι ὕπερθεν ἔπος τόδε πέτρος ἀείδει, ὡς ἔθανες πρὸ φίλας μαρνάμενος πατρίδος. [AP 9.144] Κύπριδος οὗτος ὁ χῶρος, ἐπεὶ φίλον ἔπλετο τήνᾳ, αἰὲν ἀπʼ ἠπείρου λαμπρὸν ὁρῆν πέλαγος, ὄφρα φίλον ναύτῃσι τελῇ πλόον ἀμφὶ δὲ πόντος δειμαίνει, λιπαρὸν δερκόμενος ξόανον. [AP 9.313] ἵζευ ἅπας ὑπὸ καλὰ δάφνας εὐθαλέα φύλλα, ὡραίου τʼ ἄρυσαι νάματος ἁδὺ πόμα, ὄφρα τοι ἀσθμαίνοντα πόνοις θέρεος φίλα γυῖα ἀμπαύσῃς, πνοιῇ τυπτόμενα Ζεφύρου. [AP 9.314] Ἑρμᾶς τᾷδʼ ἔστακα παρʼ ὄρχατον ἠνεμόεντα ἐν τριόδοις, πολιᾶς ἐγγύθεν ἀιόνος, ἀνδράσι κεκμηῶσιν ἔχων ἄμπαυσιν ὁδοῖο· ψυχρὸν δʼ ἀχραὲς κράνα † ὑποϊάχει. [AP 9.745] Θάεο τὸν Βρομίου κεραὸν τράγον, ὡς ἀγερώχως ὄμμα κατὰ λασιᾶν γαῦρον ἔχει γενύων, κυδιόων ὅτι οἱ θάμʼ ἐν οὔρεσιν ἀμφὶ παρῇδα βόστρυχον εἰς ῥοδέαν Ναῒς ἔδεκτο χέρα. [AP 16.228] ξεῖνʼ, ὑπὸ τὰν πτελέαν τετρυμένα γυῖʼ ἀνάπαυσον· ἁδύ τοι ἐν χλωροῖς πνεῦμα θροεῖ πετάλοις· πίδακὰ τʼ ἐκ παγᾶς ψυχρὸν πίε· δὴ γὰρ ὁδίταις ἄμπαυμʼ ἐν θερμῷ καύματι τοῦτο φίλον. [AP 16.231] α. τίπτε κατʼ οἰόβατον, Πὰν ἀγρότα, δάσκιον ὕλαν ἥμενος, ἁδυβόᾳ τῷδε κρέκεις δόνακι; β. ὄφρα μοι ἑρσήεντα κατʼ οὔρεα ταῦτα νέμοιντο πόρτιες ἠυκόμων δρεπτόμεναι σταχύων. [AP 16.291] Φριξοκόμᾳ τόδε Πανὶ καὶ αὐλιάσιν θέτο Νύμφαις δῶρον ὑπὸ σκοπιᾶς Θεύδοτος οἰονόμος· οὕνεχʼ ὑπʼ ἀζαλέου θέρεος μέγα κεκμηῶτα παῦσαν, ὀρέξασαι χερσὶ μελιχρὸν ὕδωρ. NOSSIS OF LOCRI [AP 5.170] ἅδιον οὐδὲν ἔρωτος, ἃ δʼ ὄλβια, δεύτερα πάντα ἐστὶν ἀπὸ στόματος δʼ ἔπτυσα καὶ τὸ μέλι. τοῦτο λέγει Νοσσίς· τίνα δʼ ἁ Κύπρις οὐκ ἐφίλασεν, οὐκ οἶδεν κήνα γʼ ἄνθεα ποῖα ῥόδα. [AP 6.132] ἔντεα Βρέττιοι ἄνδρες ἀπʼ αἰνομόρων βάλον ὤμων, θεινόμενοι Λοκρῶν χερσὶν ὕπʼ ὠκυμάχων, ὧν ἀρετὰν ὑμνεῦντα θεῶν ὑπʼ ἀνάκτορα κεῖνται, οὐδὲ ποθεῦντι κακῶν πάχεας, οὓς ἔλιπον. [AP 6.265] Ἥρα τιμήεσσα, Λακίνιον ἃ τὸ θυῶδες πολλάκις οὐρανόθεν νεισομένα καθορῇς, δέξαι βύσσινον εἷμα, τό τοι μετὰ παιδὸς ἀγαυᾶς Νοσσίδος ὕφανεν Θευφιλὶς ἁ Κλεόχας. [AP 6.273] Ἄρτεμι, Δᾶλον ἔχουσα καὶ Ὀρτυγίαν ἐροεσσαν, τόξα μὲν εἰς κόλπους ἅγνʼ ἀπόθου Χαρίτων, λοῦσαι δʼ Ἰνωπῷ καθαρὸν χρόα, βᾶθι δὲ Λοκροὺς λύσουσ’ ὠδίνων Ἀλκέτιν ἐκ χαλεπῶν. [AP 6.275] Χαίροισάν τοι ἔοικε κομᾶν ἄπο τὰν Ἀφροδίταν ἄνθεμα κεκρύφαλον τόνδε λαβεῖν Σαμύθας· δαιδάλεός τε γάρ ἐστι, καὶ ἁδύ τι νέκταρος ὄσδει, τοῦ, τῷ καὶ τήνα καλὸν Ἄδωνα χρίει. [AP 6.353] Αὐτομέλιννα τέτυκται· ἴδʼ ὡς ἀγανὸν τὸ πρόσωπον ἁμὲ ποτοπτάζειν μειλιχίως δοκέει· ὡς ἐτύμως θυγάτηρ τᾷ ματέρι πάντα ποτῴκει. ἦ καλὸν ὅκκα πέλῃ τέκνα γονεῦσιν ἴσα. [AP 6.354] γνωτὰ καὶ τηνῶθε Σαβαιθίδος εἴδεται ἔμμεν ἅδʼ εἰκὼν μορφᾷ καὶ μεγαλειοσύνᾳ. θάεο τὰν πινυτὰν τὸ δὲ μείλιχον αὐτόθι τήνας ἔλπομʼ ὁρῆν χαίροις πολλά, μάκαιρα γύναι. [AP 7.414] καὶ καπυρὸν γελάσας παραμείβεο, καὶ φίλον εἰπὼν ῥῆμʼ ἐπʼ ἐμοί. Ῥίνθων εἴμʼ ὁ Συρακόσιος, Μουσάων ὀλίγη τις ἀηδονίς· ἀλλὰ φλυάκων ἐκ τραγικῶν ἴδιον κισσὸν ἐδραψάμεθα, [AP 7.718] ὦ ξεῖνʼ, εἰ τύ γε πλεῖς ποτὶ καλλίχορον Μυτιλάναν, τᾶν Σαπφὼ χαρίτων ἄνθος ἐναυσαμέναν, εἰπεῖν, ὡς Μούσαισι φίλαν τήνᾳ τε Λοκρὶς γᾶ τίκτεν ἴσαν ὅτι θʼ οἱ τοὔνομα Νοσσίς· ἴθι. [AP 9.332] Ἐλθοῖσαι ποτὶ ναὸν ἰδώμεθα τᾶς Ἀφροδίτας τὸ βρέτας, ὡς χρυσῷ διαδαλόεν τελέθει. εἵσατό μιν Πολυαρχίς, ἐπαυρομένα μάλα πολλὰν κτῆσιν ἀπʼ οἰκείου σώματος ἀγλαΐας. [AP 9.604] Θαυμαρέτας μορφὰν ὁ πίναξ ἔχει· εὖ γε τὸ γαῦρον τεῦξε τὸ θʼ ὡραῖον τᾶς ἀγανοβλεφάρου. σαίνοι κέν σ’ ἐσιδοῖσα καὶ οἰκοφύλαξ σκυλάκαινα, δέσποιναν μελάθρων οἰομένα ποθορῆν. [AP 9.605] τὸν πίνακα ξανθᾶς Καλλὼ δόμον εἰς Ἀφροδίτας εἰκόνα γραψαμένα πάντʼ ἀνέθηκεν ἴσαν. ὡς ἀγανῶς ἕστακεν ἴδʼ ἁ χάρις ἁλίκον ἀνθεῖ. χαιρέτω· οὔ τινα γὰρ μέμψιν ἔχει βιοτᾶς. ERINNA [AP 6.352] ἐξ ἁπαλᾶν χειρῶν τάδε γράμματα· λῷστε Προμαθεῦ, ἔντι καὶ ἄνθρωποι τὶν ὁμαλοὶ σοφίαν. ταύταν γοῦν ἐτύμως τὰν παρθένον ὅστις ἔγραψεν, αἰ καὐδὰν ποτέθηκʼ, ἦς κʼ Ἀγαθαρχὶς ὅλα. [AP 7.710] Στᾶλαι, καὶ Σειρῆνες ἐμαί, καὶ πένθιμε κρωσσέ, ὅστις ἔχεις Ἀίδα τὰν ὀλίγαν σποδιάν, τοῖς ἐμὸν ἐρχομένοισι παρʼ ἠρίον εἴπατε χαίρειν, αἴτʼ ἀστοὶ τελέθωντʼ, αἴθʼ ἑτέρας πόλιος· χὤτι με νύμφαν εὖσαν ἔχει τάφος, εἴπατε καὶ τό· χὤτι πατήρ μʼ ἐκάλει Βαυκίδα, χὤτι γένος Τηνία, ὡς εἰδῶντι· καὶ ὅττι μοι ἁ συνεταιρὶς Ἤριννʼ ἐν τύμβῳ γράμμʼ ἐχάραξε τόδε. [AP 7.712] νύμφας Βαυκίδος ἐμμί· πολυκλαύταν δὲ παρέρπων στάλαν τῷ κατὰ γᾶς τοῦτο λέγοις Ἀίδᾳ· βάσκανός ἐσσ’, Ἀίδα· τὰ δέ τοι καλὰ σάμαθʼ ὁρῶντι ὠμοτάταν Βαυκοῦς ἀγγελέοντι τύχαν, ὡς τὰν παῖδʼ, Ὑμέναιος ἐφʼ αἷς ἀείδετο πεύκαις, ταῖσδʼ ἐπὶ καδεστὰς ἔφλεγε πυρκαϊᾷ καὶ σὺ μέν, ὦ Ὑμέναιε, γάμων μολπαῖον ἀοιδὰν ἐς θρήνων γοερὸν φθέγμα μεθηρμόσαο, MOERO OF BYZANTIUM [AP 6.119] κεῖσαι δὴ χρυσέαν ὑπὸ παστάδα τὰν Ἀφροδίτας, βότρυ, Διωνύσου πληθόμενος σταγόνι· οὐδʼ ἔτι τοι μάτηρ ἐρατὸν περὶ κλῆμα βαλοῦσα φύσει ὑπὲρ κρατὸς νεκτάρεον πέταλον· [AP 6.189] νύμφαι Ἀνιγριάδες, ποταμοῦ κόραι, αἳ τάδε βένθη ἀμβρόσιαι ῥοδέοις στείβετε ποσσὶν ἀεί, χαίρετε καὶ σῴζοιτε Κλεώνυμον, ὃς τάδε καλὰ εἵσαθʼ ὑπαὶ πιτύων ὔμμι, θεαί, ξόανα. SAPPHO [AP 6.269] παῖδες, ἄφωνος ἐοῖσα τορʼ ἐννέπω, αἴ τις ἔρηται, φωνὰν ἀκαμάταν κατθεμένα πρὸ ποδῶν· “ Αἰθοπίᾳ με κόρᾳ Λατοῦς ἀνέθηκεν Ἀρίστα ἁ Ἑρμοκλείδα τῶ Σαϋναϊάδα, σὰ πρόπολος, δέσποινα γυναικῶν· ᾇ σὺ χαρεῖσα πρόφρων ἁμετέραν εὐκλέισον γενεάν.” [AP 7.489] Τιμάδος ἅδε κόνις, τὰν δὴ πρὸ γάμοιο θανοῦσαν δέξατο Φερσεφόνας κυάνεος θάλαμος, ἇς καὶ ἀποφθιμένας πᾶσαι νεοθᾶγι σιδάρῳ ἅλικες ἱμερτὰν κρατὸς ἔθεντο κόμαν. [AP 7.505] τῷ γριπεῖ Πελάγωνι πατὴρ ἐπέθηκε Μενίσκος κύρτον καὶ κώπαν, μνᾶμα κακοζοΐας.